[ ]
Phokis — Delphi — ca. 129 BC
1 | [ἄρχοντ]ος Γλαύκου τοῦ [Ξ]ένωνος, μηνὸς |
[Ἀπελλ]αίου, βουλευόντων τὰν πρώταν | |
[ἑξάμην]ον Πολίτα τοῦ Ἀσάνδρου, Κλέωνο[ς] | |
[τοῦ Δαμ]οσθένεος, γραμματεύοντος δὲ | |
5 | [τᾶς βουλ]ᾶς Κλεομάντιος τοῦ Ἥρυος, ἐπὶ τοῖ[σ]- |
[δε ἀπέδο]το Ὀλυμπιὰς Ἁρμοδίου, συνευδο- | |
[κεούσας] καὶ τᾶς θυγατρὸς αὐτᾶς Μικκιῶς | |
[τᾶς ․․․․․]ίμου, ἐπὶ τοῖσδε ἀπέδοτο τῶι Ἀ- | |
[πόλλων]ι τῶι Πυθίωι σῶμα γυναικεῖον [ὧι] | |
10 | [ὄνομα Σ]ωστράτα, τὸ γένος Σύραν, τιμ[ᾶς] |
[ἀργυρί]ου μνᾶν πέντε, καὶ τὰς θυγατέρα[ς] | |
[αὐτᾶς Ἀ]σπασίαν, Διονυσίαν, Εὐβιόταν, κ[αὶ] | |
[τὸν υἱὸ]ν αὐτᾶς Νουμήνιον, τὸ γένος οἰ[κογε]- | |
[νῆ, πάντα]ς τιμᾶς ἀργυρίου μνᾶν δέκα τ[ριῶ]ν, | |
15 | [καὶ ἄλλ]ο ἀνδρεῖον σῶμα ὧι ὄνομα [Δάμαι]- |
[χος, τὸ] γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μ[νᾶν] | |
․․․․․, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐ- | |
[πίστε]υσε Σωστράτα καὶ Ἀσπασία καὶ Διο- | |
[νυσία] καὶ Εὐβιότα καὶ ὁ υἱὸς αὐτᾶς Νουμ[ή]- | |
20 | [νιος κα]ὶ Δάμαιχος τῶι θεῶι τὰν ὠνὰν [ἐφ’] ὧι |
[τε ἐλε]ύθεροι εἶμεν καὶ ἀνέφαπτ[οι] ἀπὸ πάν- | |
[των τ]ὸν πάντα βίον, ποιέοντες [ὅ] κα [θέλ]ων[τι] | |
[καὶ ἀπ]οτρέχοντες οἷς κα θέλωντι. βεβαιωτ[ῆ]- | |
[ρες κ]ατὰ τὸν νόμον τᾶς πόλιος Π[ρ]άοχος [Ἀρχε]- | |
25 | [λάου], Κλέων Ἥρυος. εἰ δέ τις ἅπτοιτο τούτω[ν] |
[ἑνὸ]ς ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόν- | |
[τω τ]ῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ὀλυμ- | |
[πιὰς] καὶ οἱ βεβαιωτῆρες Πράοχος καὶ Κλέων. εἰ δ[ὲ] | |
[μὴ π]αρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά- | |
30 | [κτιμ]οι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμ[οί]- |
[ως δὲ] καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων [συ]- | |
[λέοντ]ες τοὺς προειρημένους ὡς ἐλευθέρους [ὄν]- | |
[τας ἀ]ζάμιοι ἐόντες οἱ συλέοντες ἐπ’ ἐλευθερ[ί]- | |
[αι πάσας] δίκας καὶ ζαμίας. παραμεινάντων [δὲ παρὰ] | |
35 | [Ὀλυμπιά]δα Σωστράτα καὶ Ἀσπασία καὶ Διονυσία κα[ὶ] |
[Εὐβιότα] καὶ Νουμήνιος καὶ Δάμαιχος ἄχρι ὥς [κα] | |
[ζῆ Ὀλυ]μπιάς, ποιέοντες τὸ ποτιτασσόμεν[ον] | |
[πᾶν τὸ δ]υνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ ποιέοιν [οἱ] | |
[προγεγρα]μμένοι καθὼς γέγραπται, ἐξουσίαν [ἐ]- | |
40 | [χέτω Ὀλυ]μπιὰς τὰν μὴ ποιοῦσαν ἢ μὴ ποιέοντ[α] |
[ἐπιτιμέ]ουσα τρόπω ὧ κα θέλη, ἀζάμί<ος> ἐοῦσα [καὶ] | |
[ἀνυπόδ]ικ<ος> πᾶσας δίκας καὶ ζαμίας. ἐπεὶ δέ κά τι [ἀν]- | |
[θρώπιν]ον γένηται περὶ Ὀλυμπιάδα, ἐλεύθεραι | |
[καὶ ἐλε]ύθεροι ἐόντων καθὼς ἐπάνω γέγρα- | |
45 | [πται. μά]ρτυροι ο[ἱ ἄρχ]οντες Πολίτας, Κλέων, Κλεό- |
[μαντις], καὶ ἰδι[ῶται Ξε]νόκριτος Ταραντίνου, Τ․․․․․․ | |
— — — — — — ․․νασίδας ․․όσιος, Εὐ․․․․․ | |
— — — — — — — —․․․θου, Αἰακίδας Τα․․․․․ |