[ ]
Phokis — Delphi — ca. 150 BC
1 | ἄρχοντος ἐμ μὲν Δελφοῖς Δεξώνδα, μηνὸς Ποιτροπί- |
ου, ἐν δὲ Λοκροῖς ἀγωνοθετέοντος Τολμίδα τοῦ Δα- | |
[μο]τέλεος Τολφωνίου τὸ δεύτερον, μηνὸς πέμπτου, [ἀ]- | |
[πέ]δοντο Δαμοτέλης καὶ Νικόδαμος οἱ Τελεσάρ- | |
5 | [χ]ου Φυσκεῖς, συνευδοκέοντος καὶ παρόντος κ[αὶ τοῦ] |
[πα]τρὸς αὐτῶν Τελεσάρχου τοῦ Δαμοτέλεος Φυσκέος, | |
[τῶ]ι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῆον ὧι ὄνυμα Ἑρμαῖ- | |
[ος], τὸ γένος Βειθυνόν, τεχνείταν χαλκῆ, τιμᾶς ἀργυρίου | |
[μν]ᾶν δέκα πέντε, καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶ θεῶ Ἑρ- | |
10 | [μαῖ]ος, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, ἐφ’ ὧτε ἐλεύθερον εἶ- |
[με]ν ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα προαι- | |
[ρῆτ]αι. εἰ δέ τις ἐφάπτοιτο Ἑρμαίου, κύριος ἔστω ὁ πα- | |
ρ[α]τυχὼν συλέων ἐλεύθερον ὄντα Ἑρμαῖον. βε{βε}βαι- | |
ωτῆρες {²⁶βεβαιωτῆρες}²⁶ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ σύμβολον | |
15 | Καλλικράτης Δαμοτέλεος Οἰανθεὺς καὶ Ἄθαμβος Ἀ- |
θανίωνος Δελφὸς. εἰ δὲ ἄτεκνος ὢν Ἑρμαῖος μεταλ- | |
λάξαι τὸμ βίον, τὰ ὑπάρχοντα Ἑρμαίου Δαμοτέλεος | |
καὶ Νικοδάμου ἔστων. μάρτυρες τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Πραξίας καὶ Ἀνδρόνικος καὶ ὁ νεωκόρος Μένης, | |
20 | καὶ οἱ ἄρχοντες Δελφῶν Ἐμμενίδας Καλλία, Ἀλκῖ- |
νος· ἰδιῶται Εὐάγγελος Πάτρωνος, Φίλων Ἀριστέα, | |
Θεύδοτος Εἰραναίου, Καλλείδας, Ξεναγόρας, Τιμό- | |
κριτος Εὐκλείδα Δελφοί· Δαμόφιλος, Θευφάνης | |
Τρειτεῖς· Ἀντιγενείδας, Πανταίνετος Φυσκεῖς. |