[ ] Phokis — Delphi — ca. 150 BC
1 ἄρχοντος ἐμ μὲν Δελφοῖς Δεξώνδα, μηνὸς Ποιτροπί-
ου, ἐν δὲ Λοκροῖς ἀγωνοθετέοντος Τολμίδα τοῦ Δα-
[μο]τέλεος Τολφωνίου τὸ δεύτερον, μηνὸς πέμπτου, [ἀ]-
[πέ]δοντο Δαμοτέλης καὶ Νικόδαμος οἱ Τελεσάρ-
5 [χ]ου Φυσκεῖς, συνευδοκέοντος καὶ παρόντος κ[αὶ τοῦ]
[πα]τρὸς αὐτῶν Τελεσάρχου τοῦ Δαμοτέλεος Φυσκέος,
[τῶ]ι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῆον ὧι ὄνυμα Ἑρμαῖ-
[ος], τὸ γένος Βειθυνόν, τεχνείταν χαλκῆ, τιμᾶς ἀργυρίου
[μν]ᾶν δέκα πέντε, καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶ θεῶ Ἑρ-
10 [μαῖ]ος, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, ἐφ’ ὧτε ἐλεύθερον εἶ-
[με]ν ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα προαι-
[ρῆτ]αι. εἰ δέ τις ἐφάπτοιτο Ἑρμαίου, κύριος ἔστω ὁ πα-
ρ[α]τυχὼν συλέων ἐλεύθερον ὄντα Ἑρμαῖον. βε{βε}βαι-
ωτῆρες {²⁶βεβαιωτῆρες}²⁶ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ σύμβολον
15 Καλλικράτης Δαμοτέλεος Οἰανθεὺς καὶ Ἄθαμβος Ἀ-
θανίωνος Δελφὸς. εἰ δὲ ἄτεκνος ὢν Ἑρμαῖος μεταλ-
λάξαι τὸμ βίον, τὰ ὑπάρχοντα Ἑρμαίου Δαμοτέλεος
καὶ Νικοδάμου ἔστων. μάρτυρες τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Πραξίας καὶ Ἀνδρόνικος καὶ ὁ νεωκόρος Μένης,
20 καὶ οἱ ἄρχοντες Δελφῶν Ἐμμενίδας Καλλία, Ἀλκῖ-
νος· ἰδιῶται Εὐάγγελος Πάτρωνος, Φίλων Ἀριστέα,
Θεύδοτος Εἰραναίου, Καλλείδας, Ξεναγόρας, Τιμό-
κριτος Εὐκλείδα Δελφοί· Δαμόφιλος, Θευφάνης
Τρειτεῖς· Ἀντιγενείδας, Πανταίνετος Φυσκεῖς.
Search Help
Contact Us