[ ] Phokis — Delphi — end 4th c. BC — FD III 1.560+561
1                    ΙΟ․ΟΥΙΟΝ․․․․
[— — — — Φοῖ]βος γενεὰμ μαντεύμασι δῶκεν
εὐχῆς ἐξαΐων, κομίσαι τε κόμας προσέταξεν·
εἰς μῆνα ἑνδέκατον θυγάτηρ γόνιμος γεγένητο
5 [ἀ]σκηθὴς τρίχας ἐκ κεφαλῆς ὄσσωμ μέχρι ἔχουσα·
[ἐ]ν δὲ ἔτει πρώτωι στήθους ἐπὶ μῆκος ἵκοντο,
[κ]αὶ οὔτε κύουσα γυνὴ νούσοις ἔχετο ὡς τὸ πάροιθ[εν],
[ο]ὐδὲ πόνους δεινοὺς τεκνογεννήτους ὑπέμειν[εν],
βουλαῖς κουροτρόφου Λοχίας Μοιρῶν τε τελείων
10 [κ]α[ὶ] Φοίβου διὰ μῆτιν· ἐπωνόμασαν δὲ γονῆες
Δελφίδα μαντείας ἕνεκεν μνημεῖά τε Δελφῶν.
[εἰ]ς δὲ τέταρτ[ον ἔτος ․․․․․․․․․․ <σ>ε τεκν[ῶ]σαι
․․ΓΙΛ[                      ․․․․ κα]θ’ ἧμαρ ἔχουσα
                      ․․․․α {²⁷—μ?}²⁷ μέχρι τ[ῶ]ν ὀνόμαξαν
15                            ․․․οι Πυθοῦς ἐρατεινῆς
                           τε]λοῦντες, Πύθι’ Ἄπολλον,
                           γε]ν[έ]θλια δωροφοροῦντες
                       μη]τρὸς μνημεῖ’ ἀνέγραψαν.
Search Help
Contact Us