[ ]
Phokis — Delphi — undated
1 | Τιβ. Ἰούλιον Ἀπόλαυστον τ[ραγικῆς ἐν]- |
ρύθμου κινήσεως, ὑποκριτή[ν, περιοδονί]- | |
κην, ἱερονίκην, μόνον καὶ π[ρῶτον τῶν] | |
ἀπ’ αἰῶνος ἀνθρώπων νικήσ[αντα τὸν] | |
5 | πρώτως ἀχθέντα ἐν Περγάμω ἱερ[ὸν ἀγῶνα] |
οἰκουμενικὸν ἰσελαστικὸν Ὀλύμ[πεια] | |
Πεῖα Κομόδεια Σεβαστὰ κοινὰ [Ἀσίας] | |
τὸ ἴδιον ἄθλημα, ὁμοίως νικ[ήσαντα] | |
καὶ τὸν κατὰ πάντων καὶ αὐτὸ[ν τὸν] | |
10 | ἰσελαστικὸν· βουλευτὴν Μαγ[νήτων] |
τῶ<ν> πρὸς τῶ Μαιάνδρω, Ἀθηναί[ων], | |
Περγαμηνῶν, Τραλλιανῶν, Λαδι[κέ]- | |
ων, Μιλησίων, Νικομηδέων, Νεικαέ[ων], | |
Καισαρέων, Νεικοπολειτῶν τῶ<ν> πρὸς | |
15 | τῶ Ἀκτίω, Μυτιληναίων, Ἱεροκαισα- |
ρέων, Μαγνήτων τῶν πρὸς τῶ Σιπύλω, | |
Κυμαίων, Σεπτηνῶν, Θηβαίων τῶν | |
ἑπταπύλων, Πλαταιῶν, Χαιρωνέων, Μεσ- | |
σηνίων, καὶ ἐν ὅσαις πόλεσιν ἀνδριάντων | |
20 | ἀναστάσεσιν ἐτιμήθη· Ἐφέσω, Ἀθήναις, Περ- |
γάμω, Μαγνησία, Λαοδικεία βʹ, Μιλήτω, Ἱε- | |
ροκαισαρεία γʹ, Θυατίροις βʹ, Κορίνθῳ, Νει- | |
κοπόλει, Πάτραις, Σάρδεσιν, Μεσσήνη, Νύση, | |
Κύμη, Θήβαις, Πλαταιαῖς, Σέτταις βʹ· πολί- | |
25 | την Ἀντιοχέων τῶν πρὸς Δάφνην, Ἐφε- |
σίων, Ζβυρναίων {²⁶Σμυρναίων}²⁶, Κυζικηνῶν, Τρωαδέ- | |
ων, Σαρδιανῶν καὶ ἄλλων πολλῶν πό- | |
λεων ἐν ὅσαις ἐπεδήμησεν ἐπαρχείαις | |
διά τε τὴν τῆς τέχνης ἀκρίβειαν καὶ τὴν | |
30 | τοῦ βίου κόσμ[ιον ἀνασ]τροφήν. |