[ ]
Phokis — Delphi — mid-1st c. AD — SIG(3) 802
1 | Ἑρμησιάναξ Διονυσίου Καισαρεὺς Τραλ[λιαν]ὸς ὁ καὶ Κο[․․․․․․․․] |
τὰς ἑαυτοῦ θυγατέρας ἐχούσας καὶ α[ὐτ]ὰς τὰς αὐτὰς πο[λειτείας]. | |
1.3 | Τρυφῶσαν νεικήσασαν Πύθια ἐ- |
πὶ ἀγωνοθετῶν Ἀντιγόνου | |
5 | καὶ Κλεομαχίδα· καὶ Ἴσθμια ἐπὶ |
ἀγωνοθέτου Ἰουβεντίου Πρό- | |
κλου· στάδιον κατὰ τὸ ἑξῆς πρώ- | |
τη παρθένων. | |
2.3 | Ἡδέαν νεικήσασαν Ἴσθμια ἐπὶ ἀγωνο- |
θέτου Κορνηλίου Πούλχρου ἐνόπλι- | |
5 | ον ἅρματι· καὶ Νέμεα στάδιον ἐπὶ ἀγω- |
νοθέτου Ἀντιγόνου· καὶ ἐν Σικυῶνι ἐπὶ | |
ἀγωνοθέτου Μενοίτα· ἐνείκα δὲ καὶ | |
παῖδας κιθαρωδοὺς Ἀθήνησι Σεβάστεια | |
ἐπὶ ἀγωνοθέτου Νουίου τοῦ Φιλεί- | |
10 | νο<υ>· πρώ[τη ἀπ’ αἰῶ]νος ἐγένετο πολεῖ- |
[τις ․․․․․․․․ π]ρώ(τη) παρθένος. | |
3.3 | Διονυσίαν νεικ[ήσασαν ․․․․․․] |
ἐπὶ ἀγωνοθέτου Ἀν[τιγ]ό[νου]· | |
5 | καὶ Ἀσκλάπεια ἐν Ἐπιδαύρω |
τῆ ἱερᾶ ἐπὶ ἀγων[ο]θέτου Νεικο- | |
τέλου στάδι[ον]. | |
Ἀπόλλωνι Πυθίω. |