[ ]
Phokis — Delphi — undated
1 | [ἄ]ρχ[ο]ντο[ς Μ]νησιθέου, μη[νὸς ․․․․․]λιῶνος ἐμβολίμου, Πυθείδου προ- |
εδρ[εύ]οντος Κριτοδήμω[ι, γρα]μμα[τ]εύοντος ․․․․․․․․․․․․ ἐν δήμωι· | |
ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐ[π]ειδὴ παραγενόμενοι θεωροὶ παρά τε | |
τοῦ κοινοῦ τῶν Αἰτω[λ]ῶν καὶ Χα[ρ]ι[ξ]ένου τοῦ στρατηγοῦ τό τε ψήφισ- | |
5 | μα ἀποδεδώκασιν καθ’ ὅ εἰσ[ι]ν [ἐ]ψηφισμένοι τιθέναι τὸν ἀγῶνα |
τῶν Σωτηρίω[ν ὃν] τε[λοῦ]νταί [τ]ε τῶι Διὶ τῶι Σωτῆρι καὶ τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι ὑ[πόμ]νη[μα] τῆς μά[χ]ης τῆς γενομένης πρὸς τοὺς βα[ρ]- | |
βάρους τ[ο]ὺ[ς ἐπι]στρατεύσαν[τα]ς ἐπὶ τοὺς Ἕλληνας καὶ τὸ ἱερὸν | |
τοῦ Ἀπόλλωνος τὸ κο[ι]νὸν [τῶν Ἑλ]λήνων, καὶ παρακαλοῦσι τὸν δῆ- | |
10 | μο[ν] τὸν Τηίων με[τ]έχειν τῶν τε θυσιῶν καὶ τοῦ ἀγῶνος τῶν Σ[ω]- |
τηρίων καθάπερ αὐτοὶ [ἐψηφισ]μένοι εἰσὶν, τὸμ μ[ὲν] μουσικὸν ἰ[σο]- | |
πύθιον, τὸν δὲ γυμνικὸν καὶ [ἱππ]ικὸν ἰσονέμεον· τύχηι τῆι ἀγαθ[ῆι]· | |
τοὺς μὲν παρὰ Τηίους παρα[γενομένους? ․․]ΛΙΛΙ[․․․․ χ]ρηματίσ[αι πε]- | |
ρὶ τούτων ἡμ[ῖν — — —] |