[ ] Phokis — Delphi — 50-1 BC
1                   δόγ[μα τῶν Ἀμφικτιόν]ων.
ἐπεὶ Κάλλιστος Ἐπιγ[ένους Κνίδιος, ἀν]ὴρ καλὸς κἀγαθὸς, γενόμ[ε]-
νος ἐπὶ τῆς Ἑλλάδος μ[ετὰ τοῦ αὐτοκρ]άτορος καὶ μετὰ τῶν ἐκεί-
νου πρεσβευτῶν καὶ ἀν[τιστρατήγων τ]ὴν ἀναστροφὴν καὶ εὐταξί-
5 αν τοῦ βίου πεποίηται π[ᾶσιν ἀνυπέρβλ]ητον καὶ πλείστην ῥοπὴν
παρὰ τοῖς ἡγουμέ[νο]ις [ε]ἰς [πάντα ἔχων τῶν] πόλεων ἥκει φροντίζων καὶ πα-
ραίτιος ἀεί τινος ἀγα[θοῦ γινόμενος τοῖς ἡ]μετέροις δήμοις τούς τε κα-
τ’ ἄνδρα χρείαν ἔχοντας [Ἕλληνας συνυπο]λαμβάνων καὶ δι’ αὐτοῦ καὶ δι-
ὰ τῶν ἡγουμένων, ὥστε καὶ [κατὰ κοινὸν] καὶ κατ’ ἰδίαν φίλον καὶ ξέ[νον]
10 καὶ εὐεργέτην ἑαυτὸν ἀποδεδει[χ][ν]αι τῶν Ἑλλήνων, καὶ ταῦτα πά[ν]-
τα πράττων διατετέλεκεν καὶ πόλεις καὶ ἰδιώτας σώζων χωρὶς [ὀψω]νίων
δεομένων [βλά]βης τε καὶ δαπάνης, ὥστε τὴν χρηστότητα καὶ μεγαλο-
ψυχίαν αὐτοῦ παρὰ πᾶσι γεγον<έν>αι διάδηλον· τύχηι τῆι ἀγαθῆι δεδό-
χθαι τοῖς Ἀμφικτίοσιν ἐπαινέσαι τε Κάλλιστον Ἐπιγένους Κνίδιον ἐφ’ [ἧι]
15 ἔχων εὐνοία διατελεῖ πρός τε τὰς ἑλληνίδας πόλεις καὶ τὸ ἀμφικ[τι]-
ονικὸν σύστημα· καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην καὶ [τ]ο[ὺς ἐκγ]όνο[υς]
αὐτοῦ τοῦ τε συνεδρίου τῶν [Ἀμ]φικτιόνων καὶ τῶν ἄλλων Ἑλλήνων· εἶ-
ναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν Πυθίοις καὶ ἀναγορεύεσθαι α[ὐτὸν ἐν] τῶι [γυ]-
μνικῶι ἀγῶνι μετὰ τῶν ἄλλων εὐεργετῶν, καὶ στεφανοῦσθαι χρυσῶι σ[τε]-
20 φάνωι· στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν Δελφοῖς ἐν τῶι ἱ[ερῶ]ι τοῦ Ἀ-
πόλλωνος τοῦ Πυθίου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἐπιγραφὴ[ν ποι]ουμέ-
νους· οἱ Ἀμφικτίονες Κάλλιστον Ἐπιγένους [Κ]νίδιον, εὐνοίας ἕνεκεν κ[αὶ]
ἀρετῆς τῆς εἰς ἑατοὺς κ[αὶ] τοὺς ἄλλους Ἕλληνας, Ἀπόλλωνι Πυθίωι. ἑλέστ[αι]
δὲ καὶ πρεσβευτὰς οἵτιν[ε]ς ἀποίσουσιν αὐτῶ τάσδε τὰς τιμὰς κ[αὶ] παρακαλ[οῦ]-
25 σιν αὐτὸν τὴν [αὐ]τὴν διαφυλάσσειν πρὸς πάντας τοὺς Ἕλληνας εὔνοι[αν].
πρεσβευταὶ εἱρέθησαν· Ἀντιγένης καὶ Ἀγησίλαος [οἱ Φιλ]ολάου, Πρωτο[γέ]-
νης Πρωτάρχου, Καλλείδας Εὐξιθέου, Διόδωρος Δωροθέου.
Search Help
Contact Us