[ ]
Phokis — Delphi — 50-1 BC
1 | δόγ[μα τῶν Ἀμφικτιόν]ων. |
ἐπεὶ Κάλλιστος Ἐπιγ[ένους Κνίδιος, ἀν]ὴρ καλὸς κἀγαθὸς, γενόμ[ε]- | |
νος ἐπὶ τῆς Ἑλλάδος μ[ετὰ τοῦ αὐτοκρ]άτορος καὶ μετὰ τῶν ἐκεί- | |
νου πρεσβευτῶν καὶ ἀν[τιστρατήγων τ]ὴν ἀναστροφὴν καὶ εὐταξί- | |
5 | αν τοῦ βίου πεποίηται π[ᾶσιν ἀνυπέρβλ]ητον καὶ πλείστην ῥοπὴν |
παρὰ τοῖς ἡγουμέ[νο]ις [ε]ἰς [πάντα ἔχων τῶν] πόλεων ἥκει φροντίζων καὶ πα- | |
ραίτιος ἀεί τινος ἀγα[θοῦ γινόμενος τοῖς ἡ]μετέροις δήμοις τούς τε κα- | |
τ’ ἄνδρα χρείαν ἔχοντας [Ἕλληνας συνυπο]λαμβάνων καὶ δι’ αὐτοῦ καὶ δι- | |
ὰ τῶν ἡγουμένων, ὥστε καὶ [κατὰ κοινὸν] καὶ κατ’ ἰδίαν φίλον καὶ ξέ[νον] | |
10 | καὶ εὐεργέτην ἑαυτὸν ἀποδεδει[χ]έ[ν]αι τῶν Ἑλλήνων, καὶ ταῦτα πά[ν]- |
τα πράττων διατετέλεκεν καὶ πόλεις καὶ ἰδιώτας σώζων χωρὶς [ὀψω]νίων | |
δεομένων [βλά]βης τε καὶ δαπάνης, ὥστε τὴν χρηστότητα καὶ μεγαλο- | |
ψυχίαν αὐτοῦ παρὰ πᾶσι γεγον<έν>αι διάδηλον· τύχηι τῆι ἀγαθῆι δεδό- | |
χθαι τοῖς Ἀμφικτίοσιν ἐπαινέσαι τε Κάλλιστον Ἐπιγένους Κνίδιον ἐφ’ [ἧι] | |
15 | ἔχων εὐνοία διατελεῖ πρός τε τὰς ἑλληνίδας πόλεις καὶ τὸ ἀμφικ[τι]- |
ονικὸν σύστημα· καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην καὶ [τ]ο[ὺς ἐκγ]όνο[υς] | |
αὐτοῦ τοῦ τε συνεδρίου τῶν [Ἀμ]φικτιόνων καὶ τῶν ἄλλων Ἑλλήνων· εἶ- | |
ναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν Πυθίοις καὶ ἀναγορεύεσθαι α[ὐτὸν ἐν] τῶι [γυ]- | |
μνικῶι ἀγῶνι μετὰ τῶν ἄλλων εὐεργετῶν, καὶ στεφανοῦσθαι χρυσῶι σ[τε]- | |
20 | φάνωι· στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν Δελφοῖς ἐν τῶι ἱ[ερῶ]ι τοῦ Ἀ- |
πόλλωνος τοῦ Πυθίου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἐπιγραφὴ[ν ποι]ουμέ- | |
νους· οἱ Ἀμφικτίονες Κάλλιστον Ἐπιγένους [Κ]νίδιον, εὐνοίας ἕνεκεν κ[αὶ] | |
ἀρετῆς τῆς εἰς ἑατοὺς κ[αὶ] τοὺς ἄλλους Ἕλληνας, Ἀπόλλωνι Πυθίωι. ἑλέστ[αι] | |
δὲ καὶ πρεσβευτὰς οἵτιν[ε]ς ἀποίσουσιν αὐτῶ τάσδε τὰς τιμὰς κ[αὶ] παρακαλ[οῦ]- | |
25 | σιν αὐτὸν τὴν [αὐ]τὴν διαφυλάσσειν πρὸς πάντας τοὺς Ἕλληνας εὔνοι[αν]. |
πρεσβευταὶ εἱρέθησαν· Ἀντιγένης καὶ Ἀγησίλαος [οἱ Φιλ]ολάου, Πρωτο[γέ]- | |
νης Πρωτάρχου, Καλλείδας Εὐξιθέου, Διόδωρος Δωροθέου. |