[ ] Phokis — Delphi — ca. 55-50 BC
1 ἐπεὶ Πολέμαρχος Δάμωνος ἐπελθὼν ἐπὶ τὰν ἐκκλησί-
[α]ν διελέχθη ὑπὲρ Διονυσίου τοῦ Μη[νο]φάντου καὶ Ἀντιπά-
[τ]ρου τοῦ Διονυσίου Κυζικηνῶν, ἐφ’ οἷς εὐσεβῶς μὲν διάκειν-
ται ποτὶ τὸν θεόν, εὐνοικῶς δὲ καὶ ποτὶ τὰν πόλιν ἁμῶν εὐ-
5 [χ]ρήστους αὐσωτοὺς παρεχόμενοι καὶ κοινᾶ καὶ κατ’ ἰδίαν
[τ]οῖς ἐντυνχανόντοις σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐν[λεί]-
[π]οντε, ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τοὺς ἀγαθοὺς τῶν ἀ[ν]-
[δρ]ῶν τιμέουσα· ἀγαθᾶ τύχα· ἐπηνῆσθαι Διονύσιον καὶ Ἀντί-
[πα]τρον, καὶ ὑπάρχειν αὐτοῖς παρὰ τᾶς πόλιος προξενίαν, [πο]-
10 λιτήαν, γᾶς καὶ οἰκίας ἔνκτησιν αὐτοῖς καὶ ἐγγόνοις, πρ[ο]-
μαντήαν, προδικίαν, ἀσυλίαν, ἀτέληαν, ἀσφάληαν καὶ κ[α]-
τὰ γᾶν καὶ κατὰ θάλασσαν, ὑπάρχειν δὲ καὶ αὐτοῖς κ[αὶ]
προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ [τὰ]
λοιπὰ τίμια καὶ φιλάνθρωπα ὅσα καὶ τοῖς ἄλλο<ι>ς προξ[έ]-
15 νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντο[ς Νι]-
κοστράτου τοῦ Ἄρχωνος, βουλευόντων Πολεμάρχο[υ τοῦ]
Δάμωνος, Εὐκλείδα τοῦ Αἰακίδα.
Search Help
Contact Us