[ ]
Phokis — Delphi — ca. 55-50 BC
1 | ἐπεὶ Πολέμαρχος Δάμωνος ἐπελθὼν ἐπὶ τὰν ἐκκλησί- |
[α]ν διελέχθη ὑπὲρ Διονυσίου τοῦ Μη[νο]φάντου καὶ Ἀντιπά- | |
[τ]ρου τοῦ Διονυσίου Κυζικηνῶν, ἐφ’ οἷς εὐσεβῶς μὲν διάκειν- | |
ται ποτὶ τὸν θεόν, εὐνοικῶς δὲ καὶ ποτὶ τὰν πόλιν ἁμῶν εὐ- | |
5 | [χ]ρήστους αὐσωτοὺς παρεχόμενοι καὶ κοινᾶ καὶ κατ’ ἰδίαν |
[τ]οῖς ἐντυνχανόντοις σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐν[λεί]- | |
[π]οντε, ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τοὺς ἀγαθοὺς τῶν ἀ[ν]- | |
[δρ]ῶν τιμέουσα· ἀγαθᾶ τύχα· ἐπηνῆσθαι Διονύσιον καὶ Ἀντί- | |
[πα]τρον, καὶ ὑπάρχειν αὐτοῖς παρὰ τᾶς πόλιος προξενίαν, [πο]- | |
10 | λιτήαν, γᾶς καὶ οἰκίας ἔνκτησιν αὐτοῖς καὶ ἐγγόνοις, πρ[ο]- |
μαντήαν, προδικίαν, ἀσυλίαν, ἀτέληαν, ἀσφάληαν καὶ κ[α]- | |
τὰ γᾶν καὶ κατὰ θάλασσαν, ὑπάρχειν δὲ καὶ αὐτοῖς κ[αὶ] | |
προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ [τὰ] | |
λοιπὰ τίμια καὶ φιλάνθρωπα ὅσα καὶ τοῖς ἄλλο<ι>ς προξ[έ]- | |
15 | νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντο[ς Νι]- |
κοστράτου τοῦ Ἄρχωνος, βουλευόντων Πολεμάρχο[υ τοῦ] | |
Δάμωνος, Εὐκλείδα τοῦ Αἰακίδα. |