[ ]
Phokis — Delphi — 94/3 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Κλευδάμου τοῦ Κλ[έωνος, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀμύντα], |
| [Θεοφράστου, Πραξί]α, ἔδοξε τᾶι πόλει τῶ[ν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις]· | |
| ἐ[πει]δ[ὴ] Ξεν[όκ]λητος Ξενάρμου Ἐρ[υθραῖος τὰν ἐπιδαμίαν ἐποιήσατο καλῶς καὶ ἀξίως] | |
| [τᾶς τε πατρίδος καὶ τᾶς πόλι]ος τᾶς ἁ[μετέρας· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι] | |
| 5 | [Ξενόκλητον] Ξενάρμου Ἐρυθραῖον ἐπὶ τ[ᾶι ποτὶ τὰν πόλιν ἁμῶν εὐνοίαι· ὑπάρχειν δὲ αὐτῶι] |
| [καὶ ἐκγόνοις παρὰ] τᾶς πόλιος προξενία[ν, προμαντείαν, προδικίαν, ἀτέλειαν, προεδρί]- | |
| [αν ἐμ πᾶσι τοῖς] ἀγώνοις τοῖς ἁ πόλις τ[ίθητι, καὶ πάντα τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξέ]- | |
| [νοις καὶ εὐεργέταις] τᾶς πόλιος· εἶμεν δὲ αὐτ[ῶι καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν]. |