FD III 1:458
[ ] Phokis — Delphi — 150-100 BC
1 [θεὸς τύχαν ἀγαθάν — — ἔδοξ]ε τᾶι π[όλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις ἐπειδὴ ethnicum ἔν τε]
[τοῖς ἔμπροσθεν χρόνοις ποτὶ τὰ]μ πόλιν [ἁμῶν εὔνοοι ὄντες διατετελέκασι καὶ εὐχρήστους αὐσαυτοὺς παρασκευάζοντες ἐμ παντὶ]
[καιρῶι καὶ κοινᾶι καὶ ἰδίαι πολ]λὰς ἀποδεί[ξεις πεποίηνται τᾶς ποτὶ τὰμ πόλιν ἁμῶν ὑπαρχούσας ἐξ ἀρχᾶς εὐνοίας, καὶ νῦν ἀποστα]-
[λείσας πὸτ αὐτοὺς πρεσβεί]ας ὑπὸ [τᾶς π][λιος ὅπως ἕλωνται δικαστὰς ἄνδρας τρεῖς οἵτινες παραγενόμενοι πὸθ ἁμὲ ποιή]-
5 [σονται τὰς κρίσεις μετὰ π]αντὸς τ[ο]ῦ δ[ικαίου τούς τε πρεσβευτὰς ποτεδέξαντο φιλανθρώπως σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν]
[ἐλλείποντες καὶ περὶ ὧν π]αρε[κ]άλεον ὑ[πακούσαντες τᾶς τε πὸτ τὸν θεὸν εὐσεβείας καὶ τᾶς ὑπαρχούσας αὐτοῖς πὸτ τὰν πό]-
[λιν ἁμῶν φιλίας ἀπολογι]σμὸν ἐποιή[σαντο καὶ δικαστὰς ἀπέστειλαν — — — —, — — — —, — — Καφι]-
[σοδότου καὶ γραμματέα Π]ολυτιμίδα<ν>[— —· παραγενόμενοι δὲ οὗτοι τάν τε παρεπιδαμίαν ἐποιήσαντο καλῶς καὶ]
[ἀξίως τῶν ἐξαποστειλάντων α]ὐτοὺς καὶ τῶν [ἐγκλημάτων τὰ μὲν ἔκριναν, τὰ δὲ διέλυσαν πλεῖστον λόγον ποιείμενοι τᾶς τε πὸτ τὸν θεὸν]
10 [εὐσεβείας καὶ τοῦ δικαίου] καὶ συμφέροντος πᾶσι Δε[λφοῖς· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι μὲν τὰν πόλιν τῶν]
[— — ἐπὶ τᾶι ἀπο]στολᾶι τῶν ἀνδρῶν· ἐπαι[νέσαι δὲ καὶ αὐτοὺς τοὺς δικαστὰς — — — —, — —]
[— —, — — Κ]αφισοδότου καὶ τὸν μετ’ αὐ[τῶν γραμματέα Πολυτιμίδαν — —, καὶ στεφανῶσαι]
[αὐτοὺς δάφνης στεφάν]ωι τῶι παρὰ τοῦ θ[εο]ῦ κα[ὶ τὰν ἀναγόρευσιν τοῦ στεφάνου ποιῆσαι τοὺς ἄρχοντας Σωτηρίοις]
[ἐν τῶι ἀγῶνι τῶν αὐ]λητᾶν· ὑπάρχ[ειν δὲ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν]
15 [πάντων, προεδρίαν ἐμ πᾶσι τοῖ]ς ἀγ[ώνοις οἷς ἁ πόλις τίθητι ․․․․․․․․․․․]
Search Help
Contact Us