[ ]
Phokis — Delphi — ca. 135 BC
1 | [․․․ ἐπα]ινέσαι Ξενοκρά[τη — —] |
[Μεσ]σάνιον ἐπί τε τᾶι προ[αιρέσει καὶ τᾶι] | |
εὐνοίαι ἇι ἔχει ποτὶ τὰν π[ό]λι[ν ἁμῶν] | |
καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόν[οις πα]- | |
5 | ρὰ τᾶς πόλιος προξενίαν, προμ[αντεί]- |
αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, [προ]- | |
εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό- | |
λις τίθητι καὶ τὰ ἄλλα τίμια ὅσα καὶ τοῖς | |
ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς | |
10 | πόλιος ὑπάρχει. ἄρχοντος Σωσιπά- |
τρου τοῦ Αἰακίδα, βουλευόντων τὰν | |
δευτέραν ἑξάμηνον Ἀμύντα τοῦ | |
Εὐδώρου, Πάσωνος τοῦ Δαμένεος, | |
γραμματεύοντος Ξένωνος τοῦ | |
15 | Πολύωνος. |