[ ] Phokis — Delphi — ca. 135 BC
1 [․․․ ἐπα]ινέσαι Ξενοκρά[τη — —]
[Μεσ]σάνιον ἐπί τε τᾶι προ[αιρέσει καὶ τᾶι]
EU)NOI/AI A(=I E)/XEI POTI\ TA\N P[O/]LI[N A(MW=N]
καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόν[οις πα]-
5 ρὰ τᾶς πόλιος προξενίαν, προμ[αντεί]-
αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, [προ]-
εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό-
λις τίθητι καὶ τὰ ἄλλα τίμια ὅσα καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς
10 πόλιος ὑπάρχει. ἄρχοντος Σωσιπά-
τρου τοῦ Αἰακίδα, βουλευόντων τὰν
δευτέραν ἑξάμηνον Ἀμύντα τοῦ
Εὐδώρου, Πάσωνος τοῦ Δαμένεος,
γραμματεύοντος Ξένωνος τοῦ
15 Πολύωνος.
Search Help
Contact Us