[ ] Phokis — Delphi — non-stoich. — ca. 287 BC
1 Δελφοὶ ἔδωκαν Δελφίωνι [Κλ]εοχάρους Χαλκιδεῖ, δήμου
ΛΙ․ΛΙων, προξενί[α]ν, {προξενίαν}, προεδρίαν, προμαντείαν,
ἀτέλειαν, ἀ[σ]υλίαν, προδικίαν, εὐεργεσίαν καὶ τἆλλα ὅσα [καὶ]
τοῖς ἄλλοις προξένοις· ἔδωκαν δὲ καὶ γῆς ἔγκτησιν καὶ αὐτῶι
5 καὶ ἐκγόνοις. ἄρχοντος Ἡρακλείδα, βουλευόντων Ζακυνθίου,
Ἀθάμβου, Ἰασιμάχου, Ξένωνος.
Search Help
Contact Us