[ ]
Phokis — Delphi — 3rd c. BC
1 | θεοί. |
[Δε]λφοὶ ἀνενέωσαν τὰν πάτριον προξε- | |
νίαν Ὑπατοδώρωι Μίκκου Θηβαίωι, αὐτῶι καὶ | |
ἐγγόνοις, προξενίαν , προμαντείαν, προεδρίαν, | |
5 | προδικίαν, ἔνκτησιν γᾶς καὶ οἰκήσιος, ἀσυλίαν, |
ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς | |
ἄλλοις προξένοις καὶ εὐ[εργέταις. ἄ]ρχοντος | |
Ἡρακλεί[δα], βουλευόντω[ν Εὐθύων]ος, Ὀνυμοκλ[εῦς], | |
Εὐδ[ώρου]. |