[ ]
Phokis — Delphi — 156/5 BC — SEG 2.272; Klio 1923.275,42 — Pomtow
1 | [ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παραγενόμενοι] |
[δικασταὶ παρὰ τᾶς πόλιος τῶν Θηβαίων ἐπὶ τὰς δίκας τὰς ὑπαρχούσας ἁμῖν ποτὶ Θεσπιέας(?) κατὰ τὸ] | |
[σύμβολον ὁ δεῖνα τοῦ δεῖνος, ὁ δεῖνα τοῦ δεῖνος, ὁ δεῖνα Θοίνωνος καὶ ἁ γραμματεὺς ὁ δεῖνα Ἀβαιο?]- | |
δώρου τά[ν τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσαντο εὐσχημόνως καὶ ἀξίως τῶν τε ἐξαποστει]- | |
5 | λάντων αὐ[τοὺς καὶ τᾶς ἁμετέρας πόλιος, καὶ τῶν ἐνκλημάτων εἱλκυσμένων χρόνον πλείονα] |
τὰ μὲν ἔκριναν̣ [ἀπὸ τοῦ βελτίστου, σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες, τὰ δὲ διέλυσαν, πλεῖσ]- | |
τον λόγον ποιείμε[νοι τοῦ δικαίου καὶ συμφέροντος ἁμῖν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει] | |
τῶν Δελφῶν, ἐπαινέσα[ι τοὺς δικαστὰς τὸν δεῖνα τοῦ δεῖνος, τὸν δεῖνα τοῦ δεῖνος, τὸν δεῖνα] | |
Θοίνωνος καὶ τὸν γραμμ[ατέα τὸν δεῖνα Ἀβαιο?δώρου καὶ ὑπάρχειν αὐτοῖς καὶ ἐκγόνοις παρὰ] | |
10 | τᾶς πόλιος προξενίαν, προ[μαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις], |
οἷς ἁ πόλις τίθητι καὶ τἆλλα [τίμια πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς] | |
πόλιος ὑπάρχει· ἀναγράψαι δὲ καὶ [τοὺς ἄρχοντας τὸ ψάφισμα τόδε ἐν τὸν τοῖχον τοῦ οἴκου τοῦ] | |
Θηβαίων, ἀποστεῖλαι δὲ αὐτοῖς [καὶ τὸν ἐπιδαμιοργὸν ξένια τὰ μέγιστα ἐκ τῶν νόμων. ἄρχον]- | |
[τος Ἥρυος] τοῦ Πλείστωνος, βουλ[ευόντων Ξενέα, Δεξώνδα τοῦ Πολυκράτεος, Ἀριστοβούλου τοῦ Πάτρωνος]. |