[ ]
Phokis — Delphi — 156/5 BC
1 | [ἀγ]αθᾶ[ι τύχαι]. |
[ἔδοξε τᾶι πόλει τ]ῶν Δε[λφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παρα]- | |
[γενόμενοι ποθ’ ἁμὲ οἱ ἀποσταλέντες ὑπὸ τᾶς πόλιος τῶν Θηβαίων δικασταὶ εἰς τὰς] | |
[δίκας τὰς ὑπαρχούσας ἁμῖν ποτὶ Λοκροὺς κατὰ τὸ σύμβολον τᾶν πολίων — —] | |
5 | [Ἀβ]αιοδ[ώρου, — — — —, — — Θοίνωνος καὶ ὁ γραμματεὺς — — ․․․․․] |
δώρου τά[ν τε ἀναστροφὰν καὶ ἐπιδαμίαν ἐποιήσαντο εὐσχημόνως καὶ ἀξίως τῶν τε ἐξαποστει]- | |
λάντων αὐ[τοὺς καὶ τᾶς ἁμετέρας πόλιος, καὶ τῶν ἐγκλημάτων εἱλκυσμένων ἐκ πλειόνων χρόνων] | |
τὰ μὲν ἔκρινα[ν ἀπὸ τοῦ βελτίστου σπουδᾶς καὶ φιλοτιμίας οὐδὲν [ἐλλείποντες, τὰ δὲ διέλυσαν πλεῖ]- | |
στον λόγον ποιείμε[νοι τᾶς τε ποτὶ τὸν θεὸν εὐσεβείας καὶ τοῦ συμφέροντος πᾶσι Δελφοῖς· δεδόχθαι τᾶι πόλει] | |
10 | τῶν Δελφῶν ἐπαινέσα[ι τοὺς δικαστὰς — — Ἀβαιοδώρου, — — — —, — —] |
Θοίνωνος καὶ τὸν γραμμ[ατέα — —․․․․․․δώρου· ὑπάρχειν δὲ αὐτοῖς καὶ τοῖς ἐκγόνοις αὐτῶν παρὰ] | |
τᾶς πόλιος προξενίαν, προ[μαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις] | |
οἷς ἁ πόλις τίθητι καὶ τἆλλα π[άντα τίμια ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς] | |
πόλιος ὑπάρχει· ἀναγράψαι δὲ κα[ὶ τοὺς ἄρχοντας τόδε τὸ ψάφισμα ἐν τῶι ἱερῶι ἐπὶ τὸν οἶκον τῶν] | |
15 | Θηβαίων· ἀποστεῖλαι δὲ αὐτοῖς κα[ὶ τὸν ἐπιδαμιοργὸν ξένια τὰ μέγιστα ἐκ τῶν νόμων. ἄρχον]- |
τος Ἥρυος τοῦ Πλείστωνος, βουλ[ευόντων Ξενέα, Δεξώνδα, Ἀριστοβούλου {²⁷βουλ[ευόντων Ἀθανίωνος, Εὐκλέος, Τελεσάρχου?}²⁷]. |