[ ] Phokis — Delphi — ca. 250-200 BC — SEG 19.379; BCH 85.1961.78-85 — Bousquet
I.1 [θεοί· τύχα. ἐπὶ ․․․10-12․․․ ἄρχοντος ἐν Δελφοῖς, ἱερομναμονούντων Αἰτωλῶ]ν Φι[λίπ]που Λαμιέος, Σιμάργου
— — — — — — — — — — — — — — — — — — — — — — — —σ̣τα Προσχείου, Πολυξένου Λιμναίου,
— — — — — — — — — — — — — — — — — — — — — —λαιέος, Μνασιλαΐδα Ἀμβρακιώτα,
— — — — — — — — — — — — — — — — — — — — — — —σταίνου, Δελφῶν Τελεδάμου, Ἐμμενίδα,
5 — — — — — — — — — — — — — — — — — — — — — — —ου Θαυμακοῦ, Πυθίοις. v ἐπειδὴ παρὰ
[τᾶς πόλιος τῶν Θηβαίων ἀποσταλεὶς ὁ δεῖνα — — — — — — —] παρεκάλεσεν τοὺς Ἀμφικτίονας ὅπως ἂν
[ἐπιμέλειαν ποιήσωσι τᾶς ἀναγραφᾶς πάντων τῶν δεδογμένων ὑ]πὲρ τᾶν τριετηρίδων, καὶ γένηται ἐν
[παραδόσει αὐτά, δεδόχθαι τοῖς Ἀμφικτιόνεσσι, τὰ ὑπὲρ τᾶν τριε]τηρίδων ἀναγράψαι τὰ δόγματα τὰ
[ἐπὶ Νικάρχου ἄρχοντος δεδογμένα εἰς τὰν οἰκίαν τῶν Θηβαίων, εἶ]μεν δὲ αὐτὰ καὶ ἐν παραδόσει, καθὼς
10 [παρακαλεῖ ὁ δεῖνα τοὺς Ἀμ]φικ[τίονας. vacat] vacat
II.11 [ἐπὶ Νικάρχου ἄρχοντος ἐν Δε]λφοῖς, π[υλαίας ὀπωρινῆς, ἔδοξεν τοῖς Ἀμφι]κτίοσιν· ὅπως ἂν ἡ θυσία τῶι Διονύσωι
[ἡ τῶν τριετηρίδων καὶ οἱ] ἀγῶνες οὓς σ[υντελεῖ ἡ πόλις τῶν Θηβαίων καὶ τὸ κ]οινὸν τῶν τεχνιτῶν τῶν εἰς Ἰσθμὸν
[καὶ Νεμέαν συμπορευο]μένων γίνητ[αι ὡς κάλλιστα, ἐπιμελεῖσθαι] τοὺς ἱερομνήμονας οἳ ἂν ὦσιν ἐν τῶι
[συνεδρίωι ὁπόταν αἱ τ]ριετηρίδες κα[ὶ οἱ ἀγῶνες συντελῶνται ἐν τῶι Κα]δμείωι ἐν Θήβαις ὑπὲρ τού[των]
15 [ὅπως ἕκαστα γίνηται] ἐν τῆι ἡμέρα[ι ἧι ἂν ἡ πόλις τῶν Θηβαίων καὶ τὸ κ]οινὸν τῶν τεχνιτῶ[ν]
[ἐ]θελ[ήσω]σιν — — — — — — — — — — — — — — — — — — — — — — — — — — —ά̣ναι ἐν τῶι
ἱερῶι παρὰ τὸν ση[κὸν τῆς Σεμέλης ․․․․․․․․․․24-26․․․․․․․․․․· εἶ]ναι δὲ καὶ ἀσφάλειαν
καὶ ἀσυλίαν πᾶσι το[ῖς τεχνίταις τοῖς νεμηθεῖσιν εἰς τὰν θυσία]ν τῶν τριετηρίδων,
πένθ’ ἡμέρας πορευ[ομένοις, καὶ ἀπερχομένοις ἄλλας τοσαύτας], [κ]αὶ ἕως ἂν ἡ πανήγυρις
20 γίνηται, καὶ αὐτοῖς κ[αὶ τοῖς συνεργαζομένοις αὐτοῖς πα]νταχοῦ· ἐὰν δέ τις παρὰ ταῦτα
ἄγηι τινὰ ἢ ῥυσιάζηι, ὑ[πόδικος ἔστω ἐν Ἀμφικτίο]σιν· εἶναι δὲ καὶ τὸ ἱερὸν τοῦ
Διονύσου τοῦ Καδμείου [τὸ ἐν Θήβαις ἀπὸ πάντων ἄ]συλον καθάπερ καὶ τὸ ἐν Δελφοῖς·
τὴν δὲ θυσίαν καὶ ἐκεχε[ιρίαν ἐπαγγέλλειν] ἐπὶ τὰς πόλεις τήν τε τῶν Θηβαίων
πόλιν καὶ τοὺς τεχνίτας· κ[υρίους δ’ εἶναι οἰκονο]μοῦντας τὰ κατὰ τὸ ἱερὸν τόν τε ἱερέα τοῦ
25 Διονύσου καὶ τοὺς ἐπιμελ[ητὰς τοὺς ὑπὸ τῶ]ν τεχνιτῶν εἱρημένους καὶ τὸν ἀγωνοθέτην
Θηβαίων· ἀναγράψαι δὲ τὸν [γραμματέα τόδ]ε τὸ ψήφισμα ἐν στήλαις δυσὶν καὶ ἀναθεῖναι
τὴν μὲν ἐν Δελφοῖς ἐν τῶ[ι ἱερῶι τοῦ Ἀπόλλωνο]ς ὅπου ἂν δοκῆι ἐγ καλλίστωι εἶναι, τὴν δὲ
ἐν Θήβαις παρὰ τὸν σηκὸ[ν τῆς Σεμέλης, ἀν]αθεῖναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν
δοκῆι ἐν καλλίστωι εἶναι. [ vacat ] vacat
III.30 ἐπὶ Νικάρχου ἄρχοντος ἐ[ν Δελφοῖς, πυλαία]ς ὀπωρινῆς, ἔδοξεν τοῖς Ἀμφικτίοσιν· ἐπειδὴ
ἁ πόλις τῶν Θηβαίων κα[ὶ οἱ τεχνῖται οἱ εἰς] Ἰσθμὸν καὶ Νεμέαν συντελοῦντες παρεκάλεσαν
τοὺς Ἀμφικτίονας τό τε [ἱε]ρὸν [τοῦ Διονύσου] ἄσυλον ποιῆσαι καὶ ἐπιμέλειαν ποιήσασθαι τᾶς
[σ]φαλείας καὶ τοῦ ἀγῶ[ν]ος· ὅπω[ς ἂν οὖν ἁ θυσία ἁ] τῶν τριετηρίδων ὡς κάλλιστα συντελῆται τῶι
Διονύσωι τῶι Καδμε[ίω]ι· δεδόχ[θαι τοῖς Ἀμφικτ]ιόνεσσι· αἴ τίς κα τῶν αὐλητᾶν ἢ τῶν χο-
35 ρευτᾶν ἢ τῶν τραγωιδῶν ἢ τῶν κω[μωιδῶν τῶν νε]μηθέντων εἰς τὰς τριετηρίδας ὑπὸ τῶν τε-
χνιτᾶν μὴ ἀγωνίζηται [τ]ὰς τριετηρίδα[ς καὶ τοὺς ἀγῶ]νας κατὰ τὸν νόμον τᾶς πόλιος τῶν Θηβαίων,
ἀλλὰ ὑγιαίνων λίπη[ι τὸν] ἀγῶνα, μὴ ε[ἶμεν αὐτῶι ἀσφ]άλειαν μηδὲ τοῖς συνεργαζομένοις αὐτῶι μή-
τε πολέμου μήτε εἰρά[να]ς· αἴ κα μὴ ἀγ[ωνίζηται, καἴ] κα ζαμιωθῇ ὑπὸ τοῦ ἀγωνοθέτα, καὶ ἀγώγιμος ἔ-
στω πανταχόθεν· [αἴ κά] τις πόλις ἢ [ἀρχεῖον ἢ ἰδιώτ]α̣ς̣ [τ]ὰν ζαμίαν ἀφέληται τὸν ἐζαμι[ωμ]ένον,
40 cetera desiderantur
Search Help