[ ]
Phokis — Delphi — 217-212 BC — SGDI 2532
1 | [ἐπὶ — — ἄρχοντος ἐν Δελφοῖς, ἱερομνημονούντων Αἰτωλῶ]ν Φι[λίπ]που Λαμιέος, Σιμά<ρ>γου |
[ethn., — — — ethn., — — — ethn., ․․․․․]τα Προσχείου, Πολυξένου Λιμναίου, | |
[— — — ethn., — — — ethn., — — —, Ἐ]λαιέος, Μνασιλαίδα Ἀμβρακιώτα, | |
[— — — ethn., — — — ethn.· Χίου? Πλειστ]αίνου· Δελφῶν Τελεδάμου, Ἐμμενίδα· | |
5 | [— — — — — —· γραμματεύοντος — — — Θ]αυμακοῦ· v Πυθίοις· v ἐπειδὴ παρα- |
[γενόμενος πρὸς τοὺς ἱερομνήμονας ὁ ἀγωνοθέτης Θηβαίων παρε]κάλεσεν τοὺς Ἀμφικτίονας ὅπως ἂν | |
[ὡς κάλλιστα συντελῆται ἁ θυσία τῶι Διονύσωι τῶι Καδμείωι τ]ᾶν τριετηρίδων καὶ γένηται ἐν | |
[ταῖς καθηκούσαις ἡμέραις ἁ πανήγυρις καὶ ․․․ ὁ ἀγὼν τῶν τραγωι]δῶν, ἀναγράψαι τὰ δόγματα τὰ | |
[περὶ τούτων καὶ πρότερον δεδογμένα εἰς τὰν οἰκίαν τῶν Θηβαίων· εἶμ]εν δὲ αὐτὰ καὶ ἐν παραδόσει, καθὼς | |
10 | [παρακαλεῖ τὸ κοινὸν τῶν τεχνιτῶν]. |
[ἐπὶ Γ— —α ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς· ἔδοξεν τοῖς Ἀμφικτ]ίοσιν· ὅπως ἂν ἡ θυσία τῶι Διονύσωι | |
[τῶι Καδμείωι ὡς κάλλιστα συντελῆται, καθὼς παρακαλεῖ τὸ κο]ινὸν τῶν τεχνιτῶν τῶν εἰς Ἰσθμὸν | |
[καὶ Νεμέαν συντελούντων τοὺς Ἀμφικτίονας, ἐπιμελεῖσθαι τοὺ]ς ἱερομνήμονας οἳ ἂν ὦσιν ἐν τῶι | |
[συνεδρίωι τῶν δογμάτων τῶν ἀναγεγραμμένων ἐν τῶι Κα]δμείωι ἐν] Θήβαις ὑπὲρ τού[των] | |
15 | [ὅπως — — — — — — — — — — — — τὸ κοινὸν τῶ]ν τεχνιτῶ[ν ․․․] |
[․․․․․ΣΙΝ— — — — — — — — — — — — ἀναγραφῆ]ναι ἐν <τῶ>ι | |
ἱερῶι παρὰ τὸν σ[ηκὸν τῆς Σεμέλης καὶ τὰ πρότερον δεδογμένα· εἶ]ναι δὲ καὶ ἀσφάλειαν | |
καὶ ἀσυλίαν πᾶσι τ[οῖς τεχνίταις τοῖς ἐπὶ τὴν πανήγυριν καὶ τὴν θυσία]ν τῶν τριετηρίδων | |
πένθ’ ἡμέρας πορευ[ομένοις ἐν τούτοις ἐνγεγραμμένοις κριτηρίοις, κ]αὶ ἕως ἂν ἡ πανήγυρις | |
20 | γίνηται, καὶ αὐτοῖς [καὶ πᾶσι τοῖς συνεργαζομένοις αὐτοῖς πα]νταχοῦ· ἐὰν δέ τις παρὰ ταῦτα |
ἄγηι τινὰ ἢ ῥυσιάζηι, [ὑπόδικος ἔστω ἐν Ἀμφικτίοσιν]· εἶναι δὲ καὶ τὸ ἱερὸν τοῦ | |
Διονύσου τοῦ Καδμείου [τὸ ἐν Θήβαις ἀπὸ πάντων ἄ]συλον καθάπερ καὶ τὸ ἐν Δελφοῖς· | |
τὴν δὲ θυσίαν καὶ ἐκεχε[ιρίαν ἀναγορεῦσαι ἐ]πὶ τὰς πόλεις τήν τε τῶν Θηβαίων | |
πόλιν καὶ τοὺς τεχνίτας κ[αὶ τοὺς ἀεὶ οἰκονο]μοῦντας τὰ κατὰ τὸ ἱερὸν τόν τε ἱερέα τοῦ | |
25 | Διονύσου καὶ τοὺς ἐπιμελ[ητὰς ὑπὸ τοῦ κοινοῦ τῶ]ν τεχνιτῶν εἱρημένους καὶ τὸν ἀγωνοθέτην |
Θηβαίων· ἀναγράψαι δὲ τὸν [γραμματέα τοῦτο] τὸ ψήφισμα ἐν στήλαις δυσὶν καὶ ἀναθεῖναι | |
τὴν μὲν ἐν Δελφοῖς ἐν τῶ[ι ἱερῶι τοῦ Ἀπόλλωνο]ς ὅπου ἂν δοκῆι ἐν καλλίστωι εἶναι, τὴν δὲ | |
ἐν Θήβαις παρὰ τὸν σηκὸ[ν τῆς Σεμέλης, ἀν]αθεῖναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν | |
δοκῆι [ἐ]ν καλλίστωι εἶνα[ι]. | |
30 | ἐπὶ Νικάρχου ἄρχοντος ἐ[ν Δελφοῖς, πυλαίας] ὀπωρινῆς· ἔδοξεν τοῖς Ἀμφικτίοσιν· ἐπειδὴ |
ἁ πόλις τῶν Θηβαίων κα[ὶ οἱ τεχνῖται οἱ εἰς Ἰ]σθμὸν καὶ Νεμέαν συντελοῦντες παρεκάλεσαν | |
τοὺς Ἀμφικτίονας τό τε [ἱερὸν τοῦ Διονύσου ἄ]συλον ποιῆσαι καὶ ἐπιμέλειαν ποιήσασθαι τᾶς | |
ἀ[σ]φαλείας καὶ τοῦ ἀγῶ[νος ὅπως κα ἡ θυσία τῶν] τριετηρίδων ὡς κάλλιστα συντελῆται τῶι | |
Διονύσωι τῶι Καδμ[είωι καὶ γένηται ἐν ἁμέραις πλει]όνεσσι· αἴ τίς κα τῶν αὐλητάν ἢ τῶν χο- | |
35 | ρευτᾶν ἢ τῶν τραγωι[δῶν ἢ τῶν κωμωιδῶν προσνε]<μ>ηθέντων εἰς τὰς τριετηρίδας ὑπὸ τῶν τε- |
χνιτᾶν μὴ ἀγωνίζητα[ι τοὺς προστεταγμένους ἀγῶν]ας κατὰ τὸν νόμον τᾶς πόλιος τῶν Θηβαίων, | |
ἀλλὰ ὑγιαίνων λίπη[ι, μὴ εἶμεν αὐτῶι μηδαμοῦ ἀσφ]άλειαν μηδὲ τοῖς συνεργαζομένοις αὐτῶι μή- | |
τε πολέμου μήτε εἰ[ρήνας, μηδὲ ἀσυλίαν, ἀλλὰ ὅπως κ]α ζαμιωθῇ ὑπὸ τοῦ ἀγωνοθέτα καὶ ἀγώγιμος ἔ- | |
στω πανταχόθεν [εἰς Θήβας· καὶ μὴ τὸ κοινὸν μηδεμί]αν ζαμία[ν ἀ]φέληται, τὸν ἐζαμ[ιωμ]ένον | |
40 | ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ |