[ ] Phokis — Delphi — 49/8-48/7 BC
1 [ἐπεὶ — — — — — — ἀνὴρ καλός ἐστι καὶ ἀγ]αθός, εὐσεβῶς μὲν καὶ ὁσίως διακείμενος τυγχάνει ποτὶ τὸν [θεὸν, εὐνοϊκῶς]
[δὲ ποτὶ τὰν πόλιν εὔχρηστον παρέχεται αὐ]τοσαυτὸν ἐπὶ τὰ παρακαλείμενα ἀπροφασίστως καὶ κοινᾶι κ[αὶ κατ’ ἰδίαν]
[— — — — — — σπουδᾶς καὶ φιλοτιμ]ίας οὐθὲν ἐνλείπων, τάν τε θεωροδοκίαν ἀνεδέξατο, διά τε τ[․․․․․]
[— — — — — —]νας ἀπαρχάς, ἐπιτάξαντός τε Κοίντου Φουφίου Καλήνου τοῦ πρεσ[βευτοῦ]
5 [καὶ ἀντιστρατήγου τοῦ αὐτοκράτορος Γαίου Καίσαρος, ποιήσα]σθαι τὰν ἐπιμέλειαν ὑπὲρ τῶν ἐκ τᾶς Κίρρας ἀπολομένων μονο[ξύλων —]
[ἐπε]μελήθη καὶ ἐφρόντιζε τοῦ διασωθῆμεν αὐτοὺς πάντα κόπον κα[ὶ κακοπαθίαν]
[ἀναδεξάμενος — — — τοὺς ἀγαθοὺς τῶν] ἀνδρῶν καὶ εὐεργετεῖν αὐτοσαυτὰν προαιρειμένους· δεδόχθ[αι τᾶι πόλει τῶν Δελφῶν]
[ἐπαινέσαι — — — — — — ἐ]πὶ Καλήνου καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος πρ[οξενίαν, προμαντείαν],
[ἀσυλίαν, ἀτέλειαν, γᾶς καὶ οἰκίας ἔγκτη]σιν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τἆλ[λα ὅσα καὶ τοῖς]
10 [ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρ]χοντος Ἀμύντα τοῦ Εὐαγ<γ>έλου, Διοδώρου τοῦ Δωροθέου, Σωστράτο[υ τοῦ Διονυσίου].
Search Help