[ ] Phokis — Delphi — 1st c. AD
1 ἄρχοντος Νικοστράτου τοῦ Ἐπινίκου, μηνὸς Βουκατίου {Βουκατίου}, βουλευόντων Λα-
μένεος τοῦ Εὐκράτεος, Φιλονίκου τοῦ Νικία, ἐπὶ τοῖσδε ἀπέδοτο Μνασίμαχος Ἀν-
τιμάχου Φυσκεὺς τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα ἀνδρεῖον παιδάριον, ᾧ ὄνομα Ἀγαθο-
κλῆς, γένει Φυσκικὸν, τιμᾶς ἀργυρίου [μ]νᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς ἐ-
5 πίστευσε τῷ θεῷ τὰν ὠνὰν Ἀγαθοκλῆς ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων τὸν πάντα χρόνον. παραμινάτω δὲ Ἀγαθοκλῆς Μνασιμάχῳ πάντα τὸν
τᾶς ζωᾶς αὐτοῦ χρόνον· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Μνασίμαχος ἐπιτιμέων Ἀ-
γαθοκλεῖ τρόπὼ ᾧ κα θέλῃ, καὶ ἄλλος ὑπὲρ Μνασίμαχον ὅν κα κελεύσῃ. ἐπεὶ δὲ κά τι
πάθῃ ἀνθρώπινον Μνασίμαχος, ποιησάτω τὰ ποτὶ τὰν ταφὰν πάντα, καθὼς ἔθος ἐσ-
10 τίν, Ἀγαθοκλῆς, καὶ ἔστω ἐλεύθερος, μηδενὶ μηδὲν ποθήκων κατὰ μηδένα τρ[όπο]ν,
․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․
Search Help