[ ]
Phokis — Delphi — 1st c. AD
1 | ἄρχοντος Νικοστράτου τοῦ Ἐπινίκου, μηνὸς Βουκατίου {Βουκατίου}, βουλευόντων Λα- |
μένεος τοῦ Εὐκράτεος, Φιλονίκου τοῦ Νικία, ἐπὶ τοῖσδε ἀπέδοτο Μνασίμαχος Ἀν- | |
τιμάχου Φυσκεὺς τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα ἀνδρεῖον παιδάριον, ᾧ ὄνομα Ἀγαθο- | |
κλῆς, γένει Φυσκικὸν, τιμᾶς ἀργυρίου [μ]νᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς ἐ- | |
5 | πίστευσε τῷ θεῷ τὰν ὠνὰν Ἀγαθοκλῆς ἐφ’ ᾧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος |
ἀπὸ πάντων τὸν πάντα χρόνον. παραμινάτω δὲ Ἀγαθοκλῆς Μνασιμάχῳ πάντα τὸν | |
τᾶς ζωᾶς αὐτοῦ χρόνον· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Μνασίμαχος ἐπιτιμέων Ἀ- | |
γαθοκλεῖ τρόπὼ ᾧ κα θέλῃ, καὶ ἄλλος ὑπὲρ Μνασίμαχον ὅν κα κελεύσῃ. ἐπεὶ δὲ κά τι | |
πάθῃ ἀνθρώπινον Μνασίμαχος, ποιησάτω τὰ ποτὶ τὰν ταφὰν πάντα, καθὼς ἔθος ἐσ- | |
10 | τίν, Ἀγαθοκλῆς, καὶ ἔστω ἐλεύθερος, μηδενὶ μηδὲν ποθήκων κατὰ μηδένα τρ[όπο]ν, |
․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ |