[ ]
Phokis — Delphi — ca. 90 BC?
1 | ἄρχοντος Βαβύλου τοῦ Λαιάδα, μηνὸς Ἀπελλαί- |
ου, βουλευόντων Τ[ιμο]λέωνος τοῦ Ἐμμενίδα, Ἄρ- | |
χωνος τοῦ Καλλικράτεος, Κλεομάντιος τοῦ Ἥρυος, Με- | |
λισσίωνος τοῦ Πολυτιμίδα, ἐπὶ τοῖσδε ἀπέδοντο Σωτύ- | |
5 | λος Τιμοκλέος, Προξένα Ἀνδρονίκου, συνευδοκέοντος |
καὶ τοῦ υἱοῦ αὐτῶν Τιμοκλέος καὶ τᾶς γυναικὸς αὐτοῦ | |
Τιμάνδρας καὶ τοῦ υἱοῦ Τιμοκλέος Σωτύλου, τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φίλιπ<π>ος τὸ | |
γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν | |
10 | τιμὰν ἔχοντι πᾶσαν, κα[θ]ὼς ἐπίστευσε τῶι θεῶι τὰν |
ὠνὰν ἐφ’ ὧι<τ>ε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
των τὸν πά<ν>τα βίον, ποιοῦντα ὅ κα θέλῃ καὶ ἀποτρ[έχ]οντα | |
οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἁβρό- | |
μαχος Μαντία. εἰ δέ τις ἐφάπτοιτο Φιλίππου ἐπὶ κατα- | |
15 | δουλισμῶι, βέβαιον [παρ]εχόντω τῶι θεῶι τὰν ὠνὰν οἱ |
τε ἀποδόμενοι καὶ ὁ [βεο]αιωτὴρ Ἁβρόμαχος· ὁμοίως δὲ καὶ | |
οἱ παρατυ<γ>χάνοντες κύριοι ἐόντω συλέοντες Φίλιππον | |
ἐλεύθερον [ὄν]τα. ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δί- | |
κας καὶ ζαμίας. μάρτυροι οἱ <ἱ>ερεῖς τοῦ Ἀπόλλωνος Ἁγίων καὶ | |
20 | Πυρρίας, καὶ [ὁ νεω]κόρος Κλεώνδας, καὶ ἰδιῶται Ξεναγόρας |
․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ |