[ ] Phokis — Delphi — 137/6 BC — SEG 18.188; SEG 37.395 — Daux — BCH 83.1959.477-478,9
1                θεός· τύχαν ἀγα[θάν]·
ἐπεὶ Ξενέας Βαβύλου, Εὐάγγελος Πάτρωνος, Δεξώνδας Δάμωνος, [οἱ ἐξαποσταλέντες]
πρεσβευταὶ ὑπὸ τᾶς πόλιος ἐν Ὑπάταν περὶ ὧν χρείαν εἴχομεν, πα[ραγενόμενοι καὶ ἐπελ]-
θόν[τ]ες ἐπὶ τὰν ἐκκλησίαν διελέγ[ησ]αν ὑπὲρ Πυλ[άδα τοῦ Σ]ωσαμεν[οῦ Ὑπαταίου, διότι]
5 [εὔχρηστον αὐτοσαυτὸν παρασκευάζει καὶ ἐκτενῆ περὶ τοὺς ἐντυγχάνοντας αὐτῶι τῶν]
[πολιτᾶν καὶ εὔνους ὢν ὑπάρχει τᾶι πόλει, ἀγαθᾶι τύχαι δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν]
[ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις ἐπαινέσαι Πυλάδαν Σωσαμενοῦ Ὑπαταῖον]
[ἐπὶ τᾶι προαιρέσει ἇι ἔχων διατελεῖ ποτὶ τὰν πόλιν ἁμῶν, καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγό]-
[νοις προξενίαν, προμαντε]ίαν, προδ[ικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώ]-
10 [νοις οἷς ἁ πόλις τίθητ]ι καὶ τὰ ἄλλα τίμι[α ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις]
[τᾶς πόλιος ὑπάρχει, ἄρχ]οντος Ὑβρία [τοῦ Ξένωνος, βουλευόντων τὰν δευτέραν ἑξάμη]-
[νον Ἁγίωνος τοῦ Κλεοδ]άμου, Τιμοκλ[έος τοῦ Πολύωνος, γραμματεύοντος δὲ βουλᾶς Βαβύλου]
[τοῦ Ἀνδρομένεος].
Search Help