[ ]
Phokis — Delphi — 137/6 BC — SEG 18.188; SEG 37.395 — Daux — BCH 83.1959.477-478,9
1 | θεός· τύχαν ἀγα[θάν]· |
ἐπεὶ Ξενέας Βαβύλου, Εὐάγγελος Πάτρωνος, Δεξώνδας Δάμωνος, [οἱ ἐξαποσταλέντες] | |
πρεσβευταὶ ὑπὸ τᾶς πόλιος ἐν Ὑπάταν περὶ ὧν χρείαν εἴχομεν, πα[ραγενόμενοι καὶ ἐπελ]- | |
θόν[τ]ες ἐπὶ τὰν ἐκκλησίαν διελέγ[ησ]αν ὑπὲρ Πυλ[άδα τοῦ Σ]ωσαμεν[οῦ Ὑπαταίου, διότι] | |
5 | [εὔχρηστον αὐτοσαυτὸν παρασκευάζει καὶ ἐκτενῆ περὶ τοὺς ἐντυγχάνοντας αὐτῶι τῶν] |
[πολιτᾶν καὶ εὔνους ὢν ὑπάρχει τᾶι πόλει, ἀγαθᾶι τύχαι δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν] | |
[ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις ἐπαινέσαι Πυλάδαν Σωσαμενοῦ Ὑπαταῖον] | |
[ἐπὶ τᾶι προαιρέσει ἇι ἔχων διατελεῖ ποτὶ τὰν πόλιν ἁμῶν, καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγό]- | |
[νοις προξενίαν, προμαντε]ίαν, προδ[ικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώ]- | |
10 | [νοις οἷς ἁ πόλις τίθητ]ι καὶ τὰ ἄλλα τίμι[α ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις] |
[τᾶς πόλιος ὑπάρχει, ἄρχ]οντος Ὑβρία [τοῦ Ξένωνος, βουλευόντων τὰν δευτέραν ἑξάμη]- | |
[νον Ἁγίωνος τοῦ Κλεοδ]άμου, Τιμοκλ[έος τοῦ Πολύωνος, γραμματεύοντος δὲ βουλᾶς Βαβύλου] | |
[τοῦ Ἀνδρομένεος]. |