[ ]
Phokis — Delphi — ca. 146 BC — SEG 2.275
1 | [․․․․․ ․․․․․․ δεδόχθαι τᾶ]ι πόλει [τῶ]ν Δε- |
[λφῶν ἐν ἀγορᾶι τε]λείωι [ἐπαι]νέσαι Δαμ[․․․․ Ἀρ]ιστέα, Σπερχίδαν | |
Ἀγεμάχου, Τελέαν Τεισαμενοῦ, ἐπί τε τ[ᾶι κρ]ίσει ἇι πεποίηνται τῶ[ν] | |
δ[ικ]ῶν καὶ ἐπὶ τᾶι ἐπιδαμίαι καὶ ἀναστροφᾶι· [ὑπ]άρχειν δὲ αὐτοῖς παρ[ὰ] | |
5 | τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, προεδρί- |
αν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ γ[ᾶς] καὶ οἰκίας ἔγκτησιν, καὶ τ[ὰ] | |
ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πό[λι]- | |
ος ὑπάρχει· καλέσαι δὲ αὐτοὺς καὶ τοὺς ἄρχοντας ἐν τὸ πρυτανεῖον | |
ἐπὶ τὰν κοινὰν ἑστὶαν· ἀναγράψαι δὲ τὸ ψάφισμα ἔν τε τῶι ἱερῶι τοῦ | |
10 | Ἀπόλλωνος ἐν τὸν ἐπιφανέστατον τόπον· ἀπ[ο]στεῖλαι δὲ καὶ ποτὶ |
τὰν πόλιν τῶν Ὑπαταίων ἀντίγραφον τοῦ ψα[φί]σματος ὅ[πως εἰ]- | |
δῶντι τὰ δεδογμένα τᾷ πόλει. ἄρχοντος Σωξέν[ου τοῦ Ἐχεφύλου], | |
βουλευόντων τὰν δευτέραν ἑξάμηνον Λαιάδα το[ῦ Βαβύλου, Ἀν]- | |
τιγένεος τοῦ Διοδώρου, Ἡρακλείδα τοῦ Καλλία. |