[ ]
Phokis — Delphi — 1st c. BC — SIG(3) 734
1 | θεὸς τύχαν ἀγαθάν. |
[ἄρχοντο]ς Κλεοδάμου τοῦ Κλέωνος βουλευόντων τὰν πρώταν ἑξάμηνον Κλεάνδρου τοῦ Τίμων[ος], | |
[Δαμοκρά]τεος τοῦ Τείσωνος, γ[ρ]αμματεύοντος δὲ βουλᾶς Νικία τοῦ Κλέωνος, ἔδοξε τᾶι πόλει τῶν Δε[λ]- | |
[φῶν ἐν] ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Ἀμμώνιος Ἀμμωνίου Ἀθηναῖος ἀνὴρ ἀγα- | |
5 | [θος ἐστι κ]α[ὶ] διὰ παντὸς πρόνοιαν ποιείμενος τᾶς ποτὶ τοὺς θεοὺς εὐσεβείας πολλοὺς μὲν καὶ καλοὺς |
[εἰς τὰ]ς τούτων τιμὰς πλεονάκις διατέθειται λόγους, θέλων δὲ καὶ διὰ τῶν ἔργων στοιχεῖν αὐτοσαυτῶ[ι] | |
[πάντα] διώικησε τὰ ποτὶ τὸν θεὸν βουθυτέων τε καὶ μεταδιδοὺς πάντοις τᾶς θυσίας καὶ ζαλέων καὶ τὰ πάντα | |
[τᾶς αὐτο]σαυτοῦ πατρίδος, τάν τε ποτὶ τὸν θεὸν εὐσέβειαν καὶ τὰν ποτὶ τοὺς Ἕλλανας φιλανθρωπίαν ἔν τε τοῖς | |
[ἱεροῖς τ]οῖς κατὰ τὰν ἀρχὰν φιλότιμον αὐτοσαυτὸν παρείσχηται, πᾶσαν δαπάναν καὶ χοραγίαν ἐλάσσονα τιθέμενος | |
10 | [τᾶς πο]τὶ τὰ κά[λλ]ιστα σπουδᾶς, τάν τε παρεπιδαμίαν καὶ τὰν ἀναστροφὰν ἀξίαν πεποίηται τοῦ τε τῶν Ἀθηναιών δά- |
[μ]ου καὶ τᾶς τῶν Ἑλλάνων ἐπὶ τὰ Πύθια συναγωγᾶς, καθῆκον δέ ἐστι Δελφοῖς ἀποδέχεσθαί τε καὶ τιμᾶν τοὺς εὐ- | |
σεβείαι καὶ δικαιοσύναι διαφέροντας τῶν ἀνδρῶν, τύχαι ἀγαθᾶι, δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν [ἐπαινέσαι μὲν] | |
Ἁμμώνιον Ἀμμωνίου Ἀθηναῖον καὶ στεφανῶσαι αὐτὸν τῶι τοῦ θεοῦ στεφάνωι ὧι πάτριόν ἐστιν, ὑπ[άρχειν δὲ αὐτῶι] | |
[κ]αὶ [ἐ]κγόνοις παρὰ τᾶς πόλιος ἁμῶν προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώ- | |
15 | [ν]οις οἷς ἁ πόλις τίθητι καὶ τἆλλα τίμια ἃ καὶ τοῖς ἄλλοις προξένοις τᾶς πόλιος ὑπάρχει, πέμψαι δὲ αὐτῶι καὶ ξένια τὰ μέ- |
γιστα ἐκ τῶν νόμων. |