[ ] Phokis — Delphi — ca. 26 BC
1 [ἄ]ρχοντος Μένητος το[ῦ Δάμωνος, βουλευόντων Στρατάγου τοῦ Φίλωνος],
[Λ]έωνος τοῦ Ξενο[φάντου, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπει]-
[δὴ Ἀρίσταρχος] Εὔφρονος Ἀργεῖος ἀνὴρ καλὸς καὶ ἀγαθὸς εὐσεβῶς
[μὲν διακείμενο]ς τυγχάνει ποτὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον, εὐνοϊκῶς
5 [δὲ ποτί τε τὰ]ν πόλιν ἁμῶν καὶ ποθ’ ἕκαστον τῶν πολειτᾶν ἐν οὐ-
[δενὶ οὐδὲν] τᾶς πρὸς ἕκαστον ἐκτενείας ἐνλείπων, δι’ ἅ καὶ δεδό-
χθαι [τ]ᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Ἀρίσταρχον Εὔφρονος
Ἀργεῖον καὶ ὑπάρχειν αὐτῶ[ι] τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ παρὰ τᾶς
πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέ-
10 λειαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθησι καὶ
τὰ ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις
τᾶς πόλιος ἁμῶν ὑπάρχει ἵνα, τούτων συντελουμένων, καὶ ἁ πόλις φαίνη-
ται ποτὶ τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν εὐχάριστος.
Search Help
Contact Us