[ ] Phokis — Delphi — 1st c. BC
1                 ἀγαθᾶ τύχαι.
Δελφοὶ προξενίαν ἔδωκαν Ἀπολλωνίωι Διονυσίου Αἰγιράτηι παιδεύ-
σαντι Δελφῶν υἱοὺς, καὶ ἐπιδείξεις ποιησαμένωι, καὶ φανέντι ἀγαθῶι
ἔν τε τᾶι διδασκαλίαι τοῦ μαθήματος καὶ τᾶι τοῦ βίου ἀναστροφᾷ·
5 ἔδοξε οὖν τᾷ πόλει τῶν Δελφῶν δεδόσθαι Ἀπολλωνίωι προ-
ξενίαν τε καὶ ἰσοπολιτείαν καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν αὐτῷ τε
καὶ ἐκγόνοις αὐτοῦ καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις τᾶς πόλιος Δελφῶν ὑπάρχει. ἐδόθη ἁ προξενία
ἄρχοντος ἐν Δελφοῖς Διονυσίου τοῦ Ἀστοξένου, βουλεύοντων δὲ Κλέω-
10 νος τοῦ Νικία, Εὐκλέους τοῦ Ἄρχωνος.
Search Help
Contact Us