[ ]
Phokis — Delphi — ca. 126 BC
| 1 | ἄρχοντος [Ἁβρο]μάχ[ου τοῦ Μαντία, μηνὸς — —, βουλευόντων τὰν πρώταν] |
| ἑξάμηνον Διοδώρου τοῦ Ἄρχ[ωνος, Δάμωνος τοῦ Ἀθανίωνος, γραμματεύοντος] | |
| δὲ τᾶς βουλᾶς Ἀρχελάου τοῦ [Πεισιθέου, ἐπὶ τοῖσδε ἀπέδοτο — — — —] | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα [ἀνδρεῖον ὧι ὄνομα — —, τὸ γένος — —, τι]- | |
| 5 | μᾶς ἀργυρίου μνᾶν πέντε καὶ τὰ[ν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε — — τῶι] |
| θεῶι τὰν ὠνὰν ἐφ’ ὧιτε ἐλεύθερο[ν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό]- | |
| νον, ποιέων ὅ κα θέλῃ καὶ ἀποτρέχω[ν οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό]- | |
| λιος Ἄγων Ἀριστίωνος. εἰ δέ τις ἅπτ[οιτο — — ἐπὶ καταδουλισμῶι, βέβαιον παρε]- | |
| χόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδ[όμενος — — καὶ ὁ βεβαιωτήρ. εἰ δὲ μὴ πα]- | |
| 10 | ρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, π[ράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος]. |
| ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες [κύριοι ἐόντων συλέοντες — — ὡς ἐλεύ]- | |
| θερον ἐόντα ἀζάμιοι ἐόντες οἱ συ[λέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί]- | |
| ας καθώς κα συλέωντι. μάρτυροι οἵ[τε ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος καὶ οἱ ἄρ]- | |
| χοντες Διόδωρος, Δάμων, Ἀρχέλαος, [καὶ ἰδιῶται — —, — —, — —], | |
| 15 | Θεύξενος, Σωσθένης. |