[ ] Phokis — Delphi — ca. 126 BC
1 ἄρχοντος [Ἁβρο]μάχ[ου τοῦ Μαντία, μηνὸς — —, βουλευόντων τὰν πρώταν]
ἑξάμηνον Διοδώρου τοῦ Ἄρχ[ωνος, Δάμωνος τοῦ Ἀθανίωνος, γραμματεύοντος]
δὲ τᾶς βουλᾶς Ἀρχελάου τοῦ [Πεισιθέου, ἐπὶ τοῖσδε ἀπέδοτο — — — —]
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα [ἀνδρεῖον ὧι ὄνομα — —, τὸ γένος — —, τι]-
5 μᾶς ἀργυρίου μνᾶν πέντε καὶ τὰ[ν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε — — τῶι]
θεῶι τὰν ὠνὰν ἐφ’ ὧιτε ἐλεύθερο[ν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό]-
νον, ποιέων ὅ κα θέλῃ καὶ ἀποτρέχω[ν οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό]-
λιος Ἄγων Ἀριστίωνος. εἰ δέ τις ἅπτ[οιτο — — ἐπὶ καταδουλισμῶι, βέβαιον παρε]-
χόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδ[όμενος — — καὶ ὁ βεβαιωτήρ. εἰ δὲ μὴ πα]-
10 ρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, π[ράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος].
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες [κύριοι ἐόντων συλέοντες — — ὡς ἐλεύ]-
θερον ἐόντα ἀζάμιοι ἐόντες οἱ συ[λέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί]-
ας καθώς κα συλέωντι. μάρτυροι οἵ[τε ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος καὶ οἱ ἄρ]-
χοντες Διόδωρος, Δάμων, Ἀρχέλαος, [καὶ ἰδιῶται — —, — —, — —],
15 Θεύξενος, Σωσθένης.
Search Help