[ ] Phokis — Delphi — 276-272 BC?
1            θεοὶ.
Δελφοὶ ἔδωκαν Τίμωνι Ἀγάθωνος Μεγαρεῖ αὐτῶι καὶ ἐκγόνοις π[ροξε]-
νίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν[των]
καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχον[τος]
5 Ἡρακλείδα, βουλευόντων Ἀθάμβου, Ξένωνος, Ἰασιμάχου.
Search Help
Contact Us