[ ]
Phokis — Delphi — 276-272 BC?
1 | θεοὶ. |
Δελφοὶ ἔδωκαν Τίμωνι Ἀγάθωνος Μεγαρεῖ αὐτῶι καὶ ἐκγόνοις π[ροξε]- | |
νίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν[των] | |
καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχον[τος] | |
5 | Ἡρακλείδα, βουλευόντων Ἀθάμβου, Ξένωνος, Ἰασιμάχου. |