[ ]
Phokis — Delphi — ca. 263 BC
1 | Δελφοὶ ἔδωκαν Ἐξακέστωι Χαβρίνου Μεγα[ρεῖ] αὐτῶι καὶ ἐκγόνοις προ- |
ξενίαν, προμαντείαν, προεδρίαν, προδ[ικία]ν, ἀσυλίαν, ἀτέλειαν | |
πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις πρ[οξέν]οις καὶ εὐεργέταις. | |
ἄρχοντος Ἀμεινία, βουλευ[όντω]ν Τ[ιμο]κράτ[ευς, Κα]λλικλεῦς, Ἀθάμβου. |