FD III 1:177
[ ] Phokis — Delphi — 315-305 BC
1 θεός. ἀγαθᾶι τύχαι.
Πυθίωνι Ματρέα ․θος Μεγαρε[ῖ]
αὐτῶι καὶ ἐκγόνοις Δελφοὶ ἔδ[ω]-
καν̣ προξενίαν, προμαντείαν,
5 προεδρίαν, ἀτέλειαν πάντων,
ἀσυλίαν, προδικίαν καὶ τἆλλα
ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις. ἄρχοντος
Μεγακλέος, βουλευόντων
10 Ἐχεκρατίδα, Πολυκλήτου,
Ἀριστομάχου.
Search Help
Contact Us