[ ] Phokis — Delphi — 320-310 BC
1     θεοί. τύχα ἀγαθά.
Δελφοὶ ἔδωκαν Χάρωνι Λύσωνος Μεγαρ-
εῖ αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαν-
τείαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα κα[ὶ]
5 τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρ[χ]-
οντος Διοκλέους, βουλευόντων Πειθαγόρα, [Βούλ]-
ωνος, Εὐκρίτου, Ἥρυος.
Search Help
Contact Us