[ ] Phokis — Delphi — 232/1? 270-263? BC
1    θ[ε]οί.
Δελφοὶ ἔδωκαν Ἡρακλείδηι Σωστράτωι
<Ἤτ>ρωνος Καλλατιανοῖς αὐτοῖς καὶ ἐκγό-
νοις προξενίαν, προμαντείαν, θεαροδο-
5 [κί]αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν-
των καὶ τἆλ[λα ὅ]σα καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις. ἄρχοντος Δαμοσθέ-
νευς, βουλευόντων Ἄρχωνος, Πραόχο[υ],
Παρνασσίου.
Search Help
Contact Us