[ ]
Phokis — Delphi — ca. 145 BC
1 | θεο[ί]. |
ἀγαθᾶι τύχαι· ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Θέοξις | |
Δαμοκλέος Αἰγαιεὺς ἀνὴρ ἀγαθός ἐστι περὶ τὰν πόλιν τῶν Δελφῶν καὶ τὸ ἱερὸν ἐκτενὴς καὶ φιλότιμος | |
ὑπάρχει· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Θέοξιν Δαμοκλέος Αἰγαιῆ καὶ εἶ- | |
5 | μεν αὐτὸν πρόξενον καὶ εὐεργέταν τᾶς πόλιος καὶ αὐτὸν καὶ ἐκγόνους ὑπάρχειν δὲ αὐτῶι καὶ ἀσφάλειαν καὶ |
προμαντείαν καὶ προδικίαν καὶ ἀτέλειαν πάντων καὶ ἀσυλίαν· εἶμεν δὲ αὐτῶι καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ προ- | |
εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τὰ λοιπὰ τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Εὐκλέος τοῦ Καλλιστράτου, βουλευόντων | |
τὰν πρώταν ἑξάμηνο[ν Εὐδόκου τοῦ Πραξέα. Ἁγησιλάου τοῦ Ταραντίνου, γραμ]ματεύοντος δὲ Πο- | |
10 | λίτα τοῦ Ἀσάνδρου. |