[ ] Phokis — Delphi — ca. 150/49 BC — SGDI 2819
1 [ἀγα]θᾶι τύ[χαι· ἔδοξε τᾶι πόλει τῶν Δε]λφῶν [ἐν ἀγορᾶι τε]λείωι σ[ὺμ ψάφοις τα]ῖς [ἐννό]-
μοις· ἐπειδ[ὴ Βια]ῖος Ἀριστοδάμου Ν[αυ]πάκτιος ἀ[νὴρ ἀγ]αθ[ός ἐ]στι ποτὶ [τὰν] πόλ[ιν τῶν Δε]φῶν
καὶ τὸ ἱερὸν ἐκτενὴς καὶ φιλότιμος ὑπάρχ[ει ἐμ παντὶ χρόνωι καὶ νῦν αἱρεθεὶς] θεω[ροδό]-
κος τᾶς πόλιος ἁμῶν ἀνεδέξατο τὰν θεωροδοκίαν τὰν τῶν τε Πυθίων καὶ Σωτηρίων κ[αὶ]
5 πρόθυμόν τε αὐτοσσαυτὸν ἀγωνιστὰν παρασκευάζει ὑπὲρ τῶν τᾶι πόλει συνφερόν-
των καὶ ἐν οἷς κά τις αὐτοῦ χρείαν ἔχων τυγχάνῃ τῶν πολιτᾶν πάντα καὶ λέγων καὶ πράσσ[ων]
τὰ ἄριστα διατελεῖ κατὰ τὰν αὐτοσαυτοῦ δύναμιν, ὑπὲρ ὧν καὶ ἀπομεμαρτύρηται αὐτῶι ὑπό τε
τῶν θεωρῶν καὶ ἑτέρων πλειόνων· ὅπως οὖν καὶ ἁ πόλις τὰς καταξίας χάριτας ἀποδιδοῦσα φαίν[η]-
ται τοῖς τε ποτ’ αὐτὰν καὶ ποτὶ τὸν θεὸν ὁσίως καὶ εὐσεβῶς διακειμένοις· ἀγαθᾶι τύχαι· δεδ[ό]-
10 χθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Βιαῖον Ἀριστοδάμου Ναυπάκτιον καὶ στεφανῶσαι αὐτὸν
τῶι τοῦ θεοῦ στεφάνωι ἀριστείωι, τᾶς τε ἐν τὰν πόλιν εὐεργεσίας καὶ εὐνοίας ἕνεκεν καὶ τᾶς
ποτὶ τὸ ἱερὸν καὶ τὸν θεὸν εὐσεβείας καὶ ὁσιότατος χάριν· ὑπάρχειν δὲ αὐτῶι πορεύεσθαι
καὶ ἐν τὸ πρυτανεῖον ἐν τὰν <θ>υσίαν τῶν Ῥωμαίων· εἶμεν δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτα[ν]
τοῦ ἱεροῦ καὶ τᾶς πόλιος καὶ αὐτὸν καὶ ἐκγόνους· ὑπαρχέτω δὲ αὐτῶι ἀσφάλεια καὶ προμαν-
15 τεία καὶ προδικία καὶ ἀτέλεια πάντων καὶ ἀσυλία· εἶμεν δὲ αὐτῶι καὶ ἰσοπολιτείαν πάντων ὅ-
σων καὶ Δελφοῖς, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, καὶ προεδρίαν ἐν τοῖς ἀγώνοις πάντοις οἷς ἁ πόλις
τίθητι καὶ τὰ ἄλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει.
ἄρχοντος Δεξώνδα τοῦ Δάμωνος, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Γεννα[ί]-
ου τοῦ Ἡράκωνος, Ἁγίωνος τοῦ Ἐχεφύλου, Σωστράτου τοῦ Σωτύλου.
Search Help