[ ]
Phokis — Delphi — ca. 150/49 BC — SGDI 2819
1 | [ἀγα]θᾶι τύ[χαι· ἔδοξε τᾶι πόλει τῶν Δε]λφῶν [ἐν ἀγορᾶι τε]λείωι σ[ὺμ ψάφοις τα]ῖς [ἐννό]- |
μοις· ἐπειδ[ὴ Βια]ῖος Ἀριστοδάμου Ν[αυ]πάκτιος ἀ[νὴρ ἀγ]αθ[ός ἐ]στι ποτὶ [τὰν] πόλ[ιν τῶν Δε]φῶν | |
καὶ τὸ ἱερὸν ἐκτενὴς καὶ φιλότιμος ὑπάρχ[ει ἐμ παντὶ χρόνωι καὶ νῦν αἱρεθεὶς] θεω[ροδό]- | |
κος τᾶς πόλιος ἁμῶν ἀνεδέξατο τὰν θεωροδοκίαν τὰν τῶν τε Πυθίων καὶ Σωτηρίων κ[αὶ] | |
5 | πρόθυμόν τε αὐτοσσαυτὸν ἀγωνιστὰν παρασκευάζει ὑπὲρ τῶν τᾶι πόλει συνφερόν- |
των καὶ ἐν οἷς κά τις αὐτοῦ χρείαν ἔχων τυγχάνῃ τῶν πολιτᾶν πάντα καὶ λέγων καὶ πράσσ[ων] | |
τὰ ἄριστα διατελεῖ κατὰ τὰν αὐτοσαυτοῦ δύναμιν, ὑπὲρ ὧν καὶ ἀπομεμαρτύρηται αὐτῶι ὑπό τε | |
τῶν θεωρῶν καὶ ἑτέρων πλειόνων· ὅπως οὖν καὶ ἁ πόλις τὰς καταξίας χάριτας ἀποδιδοῦσα φαίν[η]- | |
ται τοῖς τε ποτ’ αὐτὰν καὶ ποτὶ τὸν θεὸν ὁσίως καὶ εὐσεβῶς διακειμένοις· ἀγαθᾶι τύχαι· δεδ[ό]- | |
10 | χθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Βιαῖον Ἀριστοδάμου Ναυπάκτιον καὶ στεφανῶσαι αὐτὸν |
τῶι τοῦ θεοῦ στεφάνωι ἀριστείωι, τᾶς τε ἐν τὰν πόλιν εὐεργεσίας καὶ εὐνοίας ἕνεκεν καὶ τᾶς | |
ποτὶ τὸ ἱερὸν καὶ τὸν θεὸν εὐσεβείας καὶ ὁσιότατος χάριν· ὑπάρχειν δὲ αὐτῶι πορεύεσθαι | |
καὶ ἐν τὸ πρυτανεῖον ἐν τὰν <θ>υσίαν τῶν Ῥωμαίων· εἶμεν δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτα[ν] | |
τοῦ ἱεροῦ καὶ τᾶς πόλιος καὶ αὐτὸν καὶ ἐκγόνους· ὑπαρχέτω δὲ αὐτῶι ἀσφάλεια καὶ προμαν- | |
15 | τεία καὶ προδικία καὶ ἀτέλεια πάντων καὶ ἀσυλία· εἶμεν δὲ αὐτῶι καὶ ἰσοπολιτείαν πάντων ὅ- |
σων καὶ Δελφοῖς, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, καὶ προεδρίαν ἐν τοῖς ἀγώνοις πάντοις οἷς ἁ πόλις | |
τίθητι καὶ τὰ ἄλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. | |
ἄρχοντος Δεξώνδα τοῦ Δάμωνος, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Γεννα[ί]- | |
ου τοῦ Ἡράκωνος, Ἁγίωνος τοῦ Ἐχεφύλου, Σωστράτου τοῦ Σωτύλου. |