[ ] Phokis — Delphi — 158/7 BC
1 ἀγαθᾶι τύχαι· ἔδ[οξε] τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς [ἐννόμο]ις· ἐπειδὴ Ἀρ[ισ]τώνυμος Ἀρι-
στοδάμου {Ἀριστοδάμου} Ναυπάκτιος ἀνὴρ ἀγαθός ἐστι περὶ τὰν πόλιν τῶν Δελφῶν καὶ τὸ ἱερὸν ἐκτενὴς καὶ φι-
λότιμος ὑπάρχει· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Ἀριστώνυμον Ἀριστοδάμου Ναυπά-
κτιον καὶ εἶμεν αὐτὸν πρόξενον καὶ εὐεργέταν τᾶς πόλιος καὶ αὐτόν καὶ ἐκγόνους· ὑπάρχειν δὲ αὐτῶι καὶ ἀ-
5 σφάλειαν καὶ προμαντείαν καὶ προδικίαν καὶ ἀτέλειαν πάντων καὶ ἀσυλίαν· εἶμεν [δ]ὲ αὐτῶι καὶ γᾶς καὶ οἰκίας ἔγ-
κτησιν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τὰ λοιπὰ τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προ-
ξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Ἄρχωνος, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀθάμ-
βου τοῦ Ἀθανίωνος, Πεισιθέου τοῦ Ξένωνος, Ἀθάμβου τοῦ Ἀγάθωνος.
Search Help
Contact Us