FD III 1:150
[ ] Phokis — Delphi — ca. 251 BC
1 Δελφοὶ ἔδωκαν Πιττίαι Βαβύρτα Αἰτωλῶι αὐτῶι καὶ ἐκγόνοις
 προξενίαν, προμαντείαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς
 ἁ πόλις τίθητι, προδικίαν, ἀσυλίαν, ἀτέλειαν καὶ τἆλλα ὅσα καὶ
 τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Ἀρχιδάμου,
5  βουλευόντων Ἀρισταγόρα, Δάμωνος, Ἀθάμβου.
Search Help
Contact Us