[ ] Phokis — Delphi — ca. 251 BC
1 Δελφοὶ ἔδωκαν Ἀνδρομένει Κλεωνύμου Αἰτωλῶι
 αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν
 ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, προδικίαν, ἀσυλίαν,
 ἀτέλειαν καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
5  εὐεργέταις. ἄρχοντος Ἀρχιδάμου, βουλευόντων Ἀριστα-
 γόρα, Δάμωνος, Ἀθάμβου.
Search Help
Contact Us