[ ] Phokis — Delphi — ca. 253 BC
1 [Δελφ]οὶ ἔδωκαν <Κ>λεάρ[χ]ωι <Κρ>ιτοδάμου Αἰτωλῶι αὐτῶι καὶ ἐκγο-
  νοις προξενίαν, προμαντείαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις
  οἷς ἁ πόλις τίθητι, προδικίαν, ἀσυλίαν, ἀτέλειαν καὶ τἆλλα ὅσα καὶ
  τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Αἰσχριώνδα, βου-
5   λευόντων Θρασυκλέος, Ξενοχάρεος, Ἁγνία.
Search Help
Contact Us