[ ] Phokis — Delphi — ca. 254 BC
1 [θεοί].
Δελφοὶ ἔδωκαν Χάρητι Νικίαι Τιμάρχου
Ἡρακλειώταις αὐτοῖς καὶ ἐκγόνοις
προξενίαν, προμαντείαν, προεδρίαν,
5 προδικίαν, ἀσυλίαν, ἀτέλειαν
πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐεργέταις.
ἄρχοντος Χαριξένου, βουλευόντων
Ἀριστοκράτευς, Ὀρνιχίδα, Κρίτωνος.
10
Search Help
Contact Us