[ ] Phokis — Delphi — ca. 254 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Ξενοφῶντι
Φιλίνου Ἀλείωι αὐτῶι καὶ ἐκγό-
νοις προξενίαν, προμαντεί-
5 αν, προεδρίαν, προδικίαν,
ἀσυλίαν, ἀτέλειαν πάντων
καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις.
ἄρχοντος Χαριξένου,
10 βουλευόντων Ἀριστοκράτευς,
Ὀρνιχίδα, Κρίτωνος.
Search Help
Contact Us