[ ] Phokis — Delphi — ca. 254 BC
1 [θεοί].
[Δ]ελφοὶ ἔδωκαν Τιμαγόραι
Εὐδόξωι Ζωίλου Γελώιοις
αὐτοῖς καὶ ἐκγόνοις προξε-
5 νίαν, προμαντείαν, προεδρί-
αν, προδικίαν, ἀσυλίαν, θεαρο-
δοκίαν, ἀτέλειαν πάντων
καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις.
10 ἄρχοντος Χαριξένου, βουλευ-
όντων Ἀριστοκράτευς,
Ὀρνιχίδα, Κρίτωνος.
Search Help
Contact Us