[ ]
Phokis — Delphi — 272 BC?
| 1 | θεοί. Δελφοὶ ἔδωκα[ν Ἀ]γελόχωι Φιλίππου Μακεδόνι |
| [ἐ]ξ Αἰγειᾶν αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαν- | |
| [τ]είαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν | |
| [π]άντων [κ]αὶ [ἐ]πιτιμὰν καθάπερ Δελφοῖς καὶ τἆλλα [ὅσα] | |
| 5 | [κ]αὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχον- |
| [τ]ος Εὐ[δ]όκου, βουλευόντων Ἀρισταγόρα <τοῦ> Πρ<α>ξέ[α], | |
| [Ἱ]έρου, Λύσωνος. |